Textus Originalis

Ol. 99, 4—100, 1 : 381—380 a. Chr. 389

Ol. 99, 4—100, 1 : 381—380 a. Chr. 389

νησι μὲν ἦν ἄρχων Πυϑέας, ἐν Ῥώμῃ δ᾽ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἕξ κατεστάϑησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λουκρήτιος, Σερρύιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις ὀλυμπιὰς ἤχϑη ἑκατοστή, καϑ' ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος. ἐπὶ δὲ τούτων Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα· τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα. Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς Ὀλυνϑίους πόλεμον. οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα. αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς Ὀλυνϑίους εἰς πολιορκίαν. τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους προσέταξεν ὑποταγῆναι Λακεδαιμονίοις. ἐγγραφέντων δὲ τῶν Ὀλυνϑίων εἰς τὴν τῶν Σπαρτιατῶν συμμαχίαν, πολλαὶ καὶ τῶν ἄλλων πόλεων ἔσπευσαν εἰς τὴν τῶν Λακεδαιμονίων ἡγεμονίαν καταλεχϑῆναι. διὸ καὶ κατὰ τούτους τοὺς καιροὺς πλεῖστον ἴσχυσαν Λακεδαιμόνιοι, καὶ τῆς Ἑλλάδος ἔσχον τὴν ἡγεμονίαν κατὰ γῆν ἅμα καὶ κατὰ ϑάλατταν. Θηβαῖοι μὲν γὰρ ὑπῆρχον ἔμφρουροι, Κορίνϑιοι δὲ καὶ

Note a pie di pagina

1 1 ἦν ἄρχων] ἦρχε LJ

2 2 Κόιντιος v

3 3 Λεύκιος ante Σερ. et Ἰούλιος — Λεύκιος om. A — Ἀκύλιος P, Λούκιος P2, Δέκιος * Λουκρήτιος c Σερούιος Rhod. ex Liv. VI 4 Σερουίλιος P, om. A, Ἄγιος καὶ Σερουίλιος c

4 6 διονυσιόδωρος P1 et v

5 10 Πολυκίδαν A, Πολυβίδαν c; corr. Wess. ex Xen. Hell. V 3, 20

6 21 καταδεχϑῆναι Dind.