Textus Originalis
390 DIODOR. XV 23—25.
Ἀργεῖοι διὰ τοὺς προγεγονότας πολέμους ὑπῆρχον τεταπεινωμένοι, Ἀϑηναῖοι δὲ διὰ τὰς τῶν πολεμουμένων κληρουχίας ἠδόξουν ἐν τοῖς Ἕλλησιν· οἱ δὲ Λακεδαιμόνιοι τῆς τε πολυανϑρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης πολλὴν πρόνοιαν ἐπεποίηντο, καὶ φοβεροὶ πᾶσιν ὑπῆρχον διὰ τὴν δύναμιν τῆς ἡγεμονίας. διόπερ οἱ μέγιστοι τῶν τότε δυναστῶν, λέγω δὲ τὸν Περσῶν βασιλέα καὶ τὸν Σικελίας δυνάστην Διονύσιον, ἐϑεράπευον τὴν Σπαρτιατῶν ἡγεμονίαν καὶ συμμαχίαν ἔσπευδον συντίϑεσϑαι πρὸς αὐτούς. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Νίκωνος Ῥωμαῖοι χιλιάρχους ἕξ ἀντὶ τῶν ὑπάτων κατέστησαν, Λεύκιον Παπίριον, Γάιον Σερουίλιον, Λεύκιον Κοΐνκτιον, Λεύκιον Κορνήλιον, Λεύκιον Οὐαλέριον, Αὖλον Μάλλιον. ἐπὶ δὲ τούτων Καρχηδόνιοι στρατεύσαντες εἰς τὴν Ἰταλίαν τοῖς μὲν Ἱππωνιάταις ἐκπεπτωκόσιν ἐκ τῆς πατρίδος ἀποκατέστησαν τὴν πόλιν, καὶ πάντας τοὺς πεφευγότας συναγαγόντες πολλὴν ἐπιμέλειαν αὐτῶν ἐποιήσαντο. μετὰ δὲ ταῦτα λοιμικῆς νόσου τοῖς κατοικοῦσι τὴν Καρχηδόνα γενομένης, καὶ τῆς νόσου πολλὴν ἐπίτασιν ἐχούσης, πολλοὶ τῶν Καρχηδονίων διεφϑάρησαν, καὶ τὴν ἡγεμονίαν ἐκινδύνευσαν ἀποβαλεῖν· οἵ τε γὰρ Λίβυες καταφρονήσαντες αὐτῶν ἀπέστησαν, οἵ τε
Note a pie di pagina
1 2 τὰς Wess. νήσους O καταπολεμουμένων Reiske — 3 ἠδόξουν] τὴν τῶν f
2 14 Παπύριον v σερουίλιον P, Κορνήλιον v; Cn. Sergius Liv. VI 5 Κοίνκτιον — Μάλλιον P, [Μάλλιον A, Μάλλιον Γάιον Σερουίλιον Οὐαλέριον Αὖλον καὶ Κόιντον (Κοίγκτιον K) Φάβιον c
3 25 ἀπέστησαν] ἀπ᾽ αὐτῶν hic addit et 391, 2 om. P