Textus Originalis
40 DIODOR. XIII 25—27.
φάνους. εἰ δ᾽, ὅπερ εἰκός ἐστι, παύσεσϑε πολεμοῦντες, τίνα καλλίω καιρὸν εὑρήσετε τοῦ νῦν ὑπάρχοντος, ἐν ᾧ τὴν πρὸς τοὺς ἐπταικότας φιλανϑρωπίαν ἀφορμὴν τῆς φιλίας ποιήσεσϑε; μὴ γὰρ οἴεσϑε τὸν τῶν ᾿Αϑηναίων δῆμον τελέως ἐξησϑενηκέναι διὰ τὴν ἐν Σικελίᾳ συμφοράν, ὃς κρατεῖ σχεδὸν τῶν τε κατὰ τὴν ῾Ελλάδα νήσων ἁπασῶν, καὶ τῆς παραλίου τῆς τε κατὰ τὴν Εὐρώπην καὶ τὴν ᾿Ασίαν ἔχει τὴν ἡγεμονίαν. καὶ γὰρ πρότερον περὶ τὴν Αἴγυπτον τριακοσίας τριήρεις αὐτάνδρους ἀπολέσας τὸν δοκοῦντα κρατεῖν βασιλέα συνϑήκας ἀσχήμονας ποιεῖν ἠνάγκασε, καὶ πάλιν ὑπὸ Ξέρξου τῆς πόλεως κατασκαφείσης μετ᾽ ὀλίγον κἀκεῖνον ἐνίκησε καὶ τῆς ῾Ελλάδος τὴν ἡγεμονίαν ἐκτήσατο. ἀγαϑὴ γὰρ ἡ πόλις ἐν τοῖς μεγίστοις ἀτυχήμασι μεγίστην ἐπίδοσιν λαβεῖν καὶ μηδέποτε ταπεινὸν μηδὲν βουλεύεσϑαι. καλὸν οὖν ἀντὶ τοῦ τὴν ἔχϑραν ἐπαύξειν συμμάχους αὐτοὺς ἔχειν φεισαμένους τῶν αἰχμαλώτων. ἀνελόντες μὲν γὰρ αὐτοὺς τῷ ϑυμῷ μόνον χαριούμεϑα, τὴν ἄκαρπον ἐπιϑυμίαν ἐκπληροῦντες, φυλάξαντες δὲ παρὰ μὲν τῶν εὖ παϑόντων τὴν χάριν ἕξομεν, παρὰ δὲ τῶν ἄλλων ἁπάντων τὴν εὐδοξίαν. ναί, ἀλλά τινες τῶν ῾Ελλήνων ἀπέσφαξαν τοὺς αἰχμαλώτους. τί οὖν; εἰ μὲν αὐτοῖς ἐκ ταύτης τῆς πράξεως ἔπαινοι τυγχάνουσι, μιμησώμεϑα τοὺς τῆς δόξης πεφροντικότας: εἰ δὲ παρὰ πᾶσιν
Note a pie di pagina
1 1 παύεσϑε f, παύσεσϑαι P¹
2 2 εὑρήσεται P
3 4 ποιήσασϑαι PAFJKL
4 10 τριακοσίας] cf. XI 71, 5. 74, 3
5 ἀπώλεσαν PF
6 21 μὲν om. P
7 22 τῶν ἄλλων] ἄλων P
8 23 ναί] εἶναι PFK