Textus Originalis
Ol. 100, 1—3 : 381—378 a. Chr. 391
τὴν Σαρδόνα κατοικοῦντες, νομίσαντες ἔχειν καιρὸν κατὰ τῶν Καρχηδονίων, ἀπέστησαν ἀπ᾽ αὐτῶν καὶ συμφρονήσαντες ἐπέϑεντο τοῖς Καρχηδονίοις. ἐγένετο δὲ περὶ τὸν αὐτὸν καιρὸν ϑεόπεμπτός τις ἀτυχία κατὰ τὴν Καρχηδόνα. ταραχαὶ γὰρ καὶ φόβοι καὶ πανικοὶ ϑόρυβοι συνεχεῖς ἐγίνοντο κατὰ τὴν πόλιν παράδοξοι, καὶ πολλοὶ μὲν μετὰ τῶν ὅπλων ἐξεπήδων ἐκ τῶν οἰκιῶν, ὡς πολεμίων εἰσπεπτωκότων εἰς τὴν πόλιν, καὶ πρὸς ἀλλήλους ὡς πολεμίους διαπολεμοῦντες οὓς μὲν ἀνήρουν, οὓς δὲ κατετραυμάτιζον. τέλος δὲ ϑυσίαις τὸ ϑεῖον ἐξιλασάμενοι καὶ μόγις τῶν κακῶν ἀπαλλαγέντες, ταχὺ καὶ τοὺς Λίβυας κατεπολέμησαν καὶ τὴν νῆσον ἀνεκτήσαντο. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Ναυσινίκου Ῥωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον. ἐπὶ δὲ τούτων ὁ κληϑεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας. τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλῶν τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων Ἀϑηναίων κατῆλϑον εἰς τὴν πατρίδα νυκτός. καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους κατα-
Note a pie di pagina
1 1 Σαρδόνα] σάρδον P
2 12 μόγις τῶν Dind., μεγίστων o
3 17 καὶ om. AF κόιντον σερουίλιον P, Σερούιον Κόιντιον A, Σερουίλιον Κόιντιον c Μάρκον — Κοίνκτιον om. A
4 18 φρούριον o-F καὶ om. P κοΐκτιον P, Κόικτον F, Κόιντον c (cf. Liv. VI 6)