Textus Originalis

392 DIODOR. XV 25—27.

392 DIODOR. XV 25—27.

λαβόντες· ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευϑερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους. ταχὺ δὲ τοῦ πλήϑους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμ᾽ ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν. οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηϑεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δ᾽ ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνήρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον. οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς Ἀϑήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν Ἀϑηναίων καϑ' ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώϑησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηϑῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν. ὁ δὲ δῆμος τῶν Ἀϑηναίων διακούσας τῶν πρέσβεων ἐψηφίσατο παραχρῆμα δύναμιν ὡς πλείστην ἀποστεῖλαι τὴν ἐλευϑερώσουσαν τὰς Θήβας, ἅμα μὲν τῆς εὐεργεσίας ἀποδιδοὺς τὰς χάριτας, ἅμα δὲ βουλόμενος τοὺς Βοιωτοὺς ἐξιδιώσασϑαι καὶ συναγωνιστὰς ἰσχυροὺς ἔχειν κατὰ τῆς Λακεδαιμονίων ὑπεροχῆς· τὸ γὰρ ἔϑνος τοῦτο καὶ πλήϑει τῶν ἀνδρῶν καὶ ἀνδρείᾳ κατὰ πόλεμον οὐδενὸς τῶν Ἑλληνικῶν ἐδόκει λείπεσϑαι. τέλος δὲ Δημοφῶν κατασταϑεὶς στρα-

Note a pie di pagina

1 4 καδμίαν P (et infra) Θήβαις] στήλαις P

2 14 ἐπὶ τῆς ἡγεμονίας καὶ τὴν δύναμιν exspectas

3 21 Ἑλληνικῶν Dind., Ἑλλήνων o (c. 50, 5)