Textus Originalis

Ol. 100, 3 : 378 a. Chr. 393

Ol. 100, 3 : 378 a. Chr. 393

τηγός, καὶ παραχρῆμα πεντακισχιλίους ὁπλίτας καὶ πεντακοσίους ἱππεῖς καταλέξας, τῇ ὑστεραίᾳ τὴν δύναμιν ἅμ᾽ ἡμέρᾳ προήγαγεν ἐκ τῆς πόλεως, καὶ δρομαῖος ἠπείγετο, φϑάσαι σπεύδων τοὺς Λακεδαιμονίους· οὐδὲν δ᾽ ἧττον ὁ δῆμος παρεσκευάζετο πανδημεὶ στρατεύειν εἰς τὴν Βοιωτίαν, ἐὰν ᾖ χρεία. ὁ δὲ Δημοφῶν συντόμοις ταῖς ὁδοῖς χρησάμενος παραδόξως ἐπεφάνη τοῖς Θηβαίοις. ὁμοίως δὲ καὶ ἐκ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Βοιωτίαν πολλῶν στρατιωτῶν συνδραμόντων, ταχὺ μεγάλη δύναμις ἠϑροίσϑη τοῖς Θηβαίοις. ὁπλῖται μὲν γὰρ συνῆλϑον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων. πάντων δὲ προϑύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήϑη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καϑ' ἡμέραν καὶ νυκτός. οἱ δ᾽ ἐν τῇ Καδμείᾳ [οἰκοῦντες] παρακληϑέντες ὑπὸ τῶν ἡγεμόνων εὐρώστως ἠμύνοντο τοὺς πολεμίους, ἐλπίζοντες συντόμως ἥξειν τοὺς Λακεδαιμονίους μετὰ μεγάλης δυνάμεως. ἕως μὲν οὖν εἶχον τροφὰς ἱκανάς, ἐνεκαρτέρουν τοῖς δεινοῖς, καὶ πολλοὺς τῶν πολιορκούντων ἀπέκτεινον καὶ κατετραυμάτιζον, συνεργὸν ἔχοντες τὴν τῆς ἀκροπόλεως ὀχυρότητα· ὡς δ᾽ ἡ μὲν τῶν ἀναγκαίων σπάνις ἐπέτεινεν, οἱ Λακεδαιμόνιοι δὲ περὶ τὰς παρασκευὰς ὄντες ἐχρόνιζον, ἐστασίαζον πρὸς ἀλλή-

Note a pie di pagina

1 4 δρομέως AFKL

2 7 συντόμως o, corr. Dind. ὁδοῖς] πορείαις Reiske

3 10 δραμόντων P

4 16 καϑ'] μεϑ' Dind. (V 38, 1. XVI 14, 5)

5 17 οἰκοῦντες del. Madvig et Hert., φρουροῦντες Dind.

6 21 οὖν om. PA

7 22 ἀπέκτενον P ἀπέκταινον F (XVII 92, 6)