Textus Originalis
394 DIODOR. XV 27. 28
λους. οἱ μὲν γὰρ Λακεδαιμόνιοι μέχρι ϑανάτου καρτερεῖν ᾤοντο δεῖν, οἱ δὲ ἀπὸ τῶν συμμαχίδων πόλεων συστρατεύσαντες, ὄντες πολλαπλάσιοι, παραδιδόναι τὴν Καδμείαν ἀπεφήναντο· συνηναγκάσϑησαν δὲ καὶ οἱ ἐξ αὐτῆς τῆς Σπάρτης, ὄντες ὀλίγοι, παραχωρῆσαι τῆς ἀκροπόλεως. διόπερ οὗτοι μὲν ὑπόσπονδοι καϑ' ὁμολογίαν ἀφεϑέντες εἰς τὴν Πελοπόννησον ἀπηλλάγησαν, οἱ δὲ Λακεδαιμόνιοι δυνάμεσιν ἀξιολόγοις προσιόντες ἐπὶ τὰς Θήβας, καὶ βραχὺ τῶν καιρῶν ὑστερήσαντες, ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. τοὺς δὲ ἡγεμόνας τῆς φρουρᾶς τρεῖς ὄντας μετέστησαν εἰς κρίσιν, καὶ τοὺς μὲν δύο κατεδίκασαν ϑανάτῳ, τὸν μέντοι τρίτον τοσούτῳ πλήϑει χρημάτων, ὥστε μὴ δύνασϑαι τὴν οὐσίαν αὐτοῦ τοσαῦτα χρήματα ἐκτῖσαι. μετὰ δὲ ταῦτ᾽ Ἀϑηναῖοι μὲν ἐπανῆλϑον εἰς τὴν πατρίδα, Θηβαῖοι δὲ Θεσπιὰς πολιορκήσαντες ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. Ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδινίαν ἀπέστειλαν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Καλλίου Ῥωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Παπίριον, Μάρκον Πόπλιον, Τίτον Κορνήλιον, Κόιντον Λεύκιον. ἐπὶ δὲ τούτων Λακε-
Note a pie di pagina
1 3 συστρατεύσαντες] συστραφέντες P?
2 12 κατέστησαν Bek. (XIII 64, 9)
3 14 μὴ PAL, καὶ c
4 17 ϑεσπιεῖς P
5 19 μὲν del. Dind.
6 20 Σαρδινίαν PJ, Σαρδωνίαν c; Satricum Wess., Ardeam Stroth
7 24 Παπύριον v Μάρκον om. A
8 25 Κόιντον] κόντον P, καὶ Κόιντον f; Κόιντον Λεύκιον om. A; Πόπλιον Κορνήλιον, Τίτον Κοίντιον καὶ Λεύκιον Wess. ex Liv. VII 11