Textus Originalis

Ol. 100, 4 : 377 a. Chr. 395

Ol. 100, 4 : 377 a. Chr. 395

δαιμονίων ἐπιόντων περὶ τὰς Θήβας, οἱ μὲν Βοιωτοὶ ϑαρρήσαντες συνεστράφησαν, καὶ κοινὴν συμμαχίαν ποιησάμενοι δύναμιν ἀξιόλογον συνεστήσαντο, προσδοκῶντες ἥξειν τοὺς Λακεδαιμονίους μεγάλαις δυνάμεσιν εἰς τὴν Βοιωτίαν. Ἀϑηναῖοι δὲ πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν παρ᾽ αὐτοῖς ἐξέπεμψαν ἐπὶ τὰς ὑπὸ [τοὺς] Λακεδαιμονίους τεταγμένας πόλεις, παρακαλοῦντες ἀντέχεσϑαι τῆς κοινῆς ἐλευϑερίας. οἱ γὰρ Λακεδαιμόνιοι διὰ τὸ μέγεϑος τῆς περὶ αὐτοὺς δυνάμεως ὑπεροπτικῶς καὶ βαρέως ἦρχον τῶν ὑποτεταγμένων· διόπερ πολλοὶ τῶν ὑπ᾽ αὐτοὺς τεταγμένων ἀπέκλινον πρὸς τοὺς Ἀϑηναίους. πρῶτοι δὲ πρὸς τὴν ἀπόστασιν ὑπήκουσαν Χῖοι καὶ Βυζάντιοι, καὶ μετὰ τούτους Ῥόδιοι καὶ Μυτιληναῖοι καὶ τῶν ἄλλων τινὲς νησιωτῶν· αἰεὶ δὲ μᾶλλον αὐξομένης τῆς τῶν Ἑλλήνων ὁρμῆς πολλαὶ πόλεις προσέϑεντο τοῖς Ἀϑηναίοις. ὁ δὲ δῆμος μετεωρισϑεὶς ἐπὶ τῇ τῶν συμμάχων εὐνοίᾳ κοινὸν συνέδριον ἁπάντων τῶν συμμάχων συνεστήσαντο, καὶ συνέδρους ἀπέδειξαν ἑκάστης πόλεως. ἐτάχϑη δ᾽ ἀπὸ τῆς κοινῆς γνώμης τὸ μὲν συνέδριον ἐν ταῖς Ἀϑήναις συνεδρεύειν, πόλιν δὲ ἐπ᾽ ἴσης καὶ μεγάλην καὶ μικρὰν μιᾶς ψήφου κυρίαν εἶναι, πάσας δ᾽ ὑπάρχειν αὐτονόμους, ἡγεμόσι χρωμένας Ἀϑηναίοις. οἱ δὲ Λακεδαιμόνιοι τὴν ὁρμὴν τῶν πολλῶν ὁρῶντες ἀκατάσχετον οὖσαν πρὸς τὴν

Note a pie di pagina

1 7 τοὺς om. P

2 12 ἀπέκλινον o-PAL

3 14 καὶ μετὰ PAL, μετὰ c

4 20 συνεστήσαντο PAL, κατεστ. (s. l. συν) F, συγκατεστ. c ἀπέδειξεν P

5 23 ἐφίσης P

6 26 πολλῶν (XIII 91, 5) o, πόλεων Wess.