Textus Originalis
396 DIODOR. XV 28. 29.
ἀπόστασιν, ὅμως πρεσβείαις καὶ λόγοις φιλανϑρώποις, ἔτι δ᾽ ἐπαγγελίαις εὐεργετικαῖς ἐφιλοτιμοῦντο διορϑοῦσϑαι τὰς ἀλλοτριότητας τῶν ἀνϑρώπων. ὁμοίως δὲ καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς ἐποιοῦντο πολλὴν φροντίδα, προσδοκῶντες μέγαν καὶ πολυχρόνιον αὑτοῖς ἔσεσϑαι τὸν Βοιωτικὸν πόλεμον, συμμαχούντων τοῖς Θηβαίοις τῶν Ἀϑηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τῶν κοινωνούντων τοῦ συνεδρίου. Ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤϑροισε· μεγάλους γὰρ μισϑοὺς τοῖς ὑπακούουσι προτιϑείς, συχνοὺς δ᾽ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν. οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀϑηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπ᾽ ἀρετῇ μεγάλην περιπεποιημένον. οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατ᾽ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας. Φαρνάβαζος δ᾽ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον
Note a pie di pagina
1 4 δὲ καὶ PJ, δὲ καὶ περὶ c τῆς — παρασκευῆς] τὰς — παρασκευὰς P
2 6 αὐτοῖς PAJ
3 14 προστιϑεὶς o, corr. Reiske συχνοὺς o, συχνοὺς δ᾽ Dind., καὶ συχνοὺς Reiske
4 15 στρατιάν PAF
5 16 ἔχων P, ἐχόντων v
6 17 καὶ φρονήσει om. o
7 19 περιπεποιημένον P, πεποιημένον v
8 24 ἐπὶ Schäfer, ἀπὸ o; del. Reiske