Textus Originalis

Ol. 100, 4 : 377 a. Chr. 397

Ol. 100, 4 : 377 a. Chr. 397

χρησίμων· ἐξέπεμψε δὲ καὶ πρὸς Ἀϑηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι. οἱ δ᾽ Ἀϑηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσϑαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασϑαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις. Τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀϑηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν. μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφ᾽ ἡγεμονίας, φύσει δ᾽ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσϑαι τὸν Πειραιᾶ. ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσϑαι τὸν Πειραιᾶ, καταφανὴς δὲ γενόμενος Ἀϑηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλϑεν. κατηγορηϑεὶς δ᾽ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύϑη. διόπερ οἱ Ἀϑηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσϑαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων. κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόϑεον καὶ Χαβρίαν

Note a pie di pagina

1 5 αὐτῷ PA

2 6 προαγαγέσϑαι Dind.

3 27 αὐτούς AJK (c. 51, 2)

4 28 καὶ om. AF χαβραχίαν P