Textus Originalis
398 DIODOR. XV 29. 30.
καὶ Καλλίστρατον. ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας. προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν. ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔϑεντο μηδένα τῶν Ἀϑηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς. διὰ δὲ ταύτης τῆς φιλανϑρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησι εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν. Πολλαὶ μὲν οὖν καὶ τῶν ἄλλων πόλεων διὰ τὴν εἰρημένην αἰτίαν προεκλήϑησαν πρὸς τοὺς Ἀϑηναίους ἀποκλῖναι, πρῶται δὲ καὶ προϑυμότατα συνεμάχησαν αἱ κατὰ τὴν Εὔβοιαν οἰκοῦσαι χωρὶς Ἑστιαίας· αὕτη γὰρ εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ Ἀϑηναίων, εὐλόγως πρὸς μὲν Ἀϑηναίους ἀδιάλυτον ἐφύλαττε τὴν ἔχϑραν, πρὸς δὲ τοὺς Σπαρτιάτας βεβαίαν τὴν πίστιν διεφύλαττεν. οὐ μὴν ἀλλὰ τοῖς Ἀϑηναίοις εἰς συμμαχίαν συνέβησαν ἑβδομήκοντα πόλεις καὶ μετέσχον ἐπ᾽ ἴσης τοῦ κοινοῦ συνεδρίου· διὸ καὶ τοῖς Ἀϑηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης, ἐφάμιλ-
Note a pie di pagina
1 2 ὁπλίτας μὲν Dind.
2 8 ἐκτὸς] ἐκ PA
3 10 ἐποίησαν o-AJK
4 15 εὔνοιαν P (et infra) Ἑστιαίας 1, 3?, ἑστίας P, αἰτίας AHL1, ἀκτίας f
5 16 μὲν add. Külker
6 18 ἐφύλαττε del. aut ἔσχε Reiske τὴν ἔχϑραν — διεφύλαττεν om. FJ
7 19 βεβαίαν τὴν cf. XIII 82, 6] βεβαιοτάτην o, βεβαιοτάτην τὴν Dind., βεβαιότατα τὴν Cobet
8 22 ἐφίσης P
9 24 ταπεινομένης P