Textus Originalis
Ol. 100, 4 : 377 a. Chr. 399
λον τὴν ἰσχὺν τῶν πόλεων συνέβαινε γίνεσϑαι. οἱ δ᾽ Ἀϑηναῖοι, τῶν πραγμάτων αὐτοῖς κατὰ νοῦν προχωρούντων, δύναμιν ἐξέπεμψαν εἰς τὴν Εὔβοιαν τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους. κατὰ δὲ τὴν Εὔβοιαν βραχὺ μὲν πρὸ τούτων τῶν χρόνων Νεογένης τις ὄνομα μετ᾽ Ἰάσονος τοῦ Φεραίου συλλέξας στρατιώτας κατελάβετο τήν τε ἀκρόπολιν τῶν Ἑστιαιέων, καὶ τύραννον ἑαυτὸν ἀπέδειξε ταύτης τῆς χώρας καὶ τῆς τῶν Ὠρειτῶν πόλεως. ἄρχοντος δ᾽ αὐτοῦ βιαίως καὶ ὑπερηφάνως Λακεδαιμόνιοι Θηριπίδην ἀπέστειλαν ἐπ᾽ αὐτόν. ὁ δὲ τὸ μὲν πρῶτον ἐπεχείρει λόγοις τὸν τύραννον ἐκχωρεῖν ἐκ τῆς ἀκροπόλεως· ὡς δ᾽ οὐ προσεῖχε, παρακαλέσας τοὺς ἐγχωρίους πρὸς τὴν ἐλευϑερίαν ἐξεπολιόρκησε τὸ χωρίον καὶ τοῖς Ὠρείταις τὴν ἐλευϑερίαν ἀποκατέστησεν. δι᾽ ἣν αἰτίαν οἱ τὴν Ἑστιαιέων καλουμένην χώραν οἰκοῦντες οἰκείως διετέϑησαν πρὸς τοὺς Σπαρτιάτας, καὶ βεβαίως ἐτήρουν τὴν φιλίαν. τῆς δ᾽ ὑπὸ τῶν Ἀϑηναίων ἐκπεμφϑείσης δυνάμεως ἡγούμενος Χαβρίας ἐπόρϑησε τὴν Ἑστιαιῶτιν χώραν, καὶ τὴν καλουμένην μὲν Μητρόπολιν, κειμένην δ᾽ ἐπί τινος ἐρυμνοῦ λόφου, τειχίσας, ἀπέλιπεν ἐν αὐτῇ φρουράν. αὐτὸς δὲ ταῖς Κυκλάσι νήσοις ἐπιπλέων
Note a pie di pagina
1 5 ἐναντίους P2 in mg., ἀϑηναίους P1
2 8 Ἑστιαίων L, αἰστιαίων A, ἀκτιαίων c
3 10 Ὠρειτῶν Palmerius, ὠρωπίων o
4 11 Θηριπίδην PAK, Θηριππίδην F, Θηριππίδαν c
5 13 ἐπεχείρει] πείϑειν add. Rhod., προτρέπεσθαι add. Bezzel
6 15 ἐξεπολιόρκησε Dind., ἐπολιόρκησε o
7 16 ὠρωπίοις o
8 17 ἑστίων P, αἰστίων A, αἰστιεαίων FK
9 21 ἑστιῶτην P, αἰστιῶτιν F
10 23 ἀπέλειπεν PA