Textus Originalis

400 DIODOR. XV 30—32.

400 DIODOR. XV 30—32.

προσηγάγετο Πεπάρηϑον καὶ Σκίαϑον καί τινας ἄλλας τεταγμένας ὑπὸ Λακεδαιμονίοις. οἱ δὲ ὁρῶντες τὴν τῶν συμμάχων ὁρμὴν πρὸς τὴν ἀπόστασιν ἀκατάσχετον οὖσαν, ἐπαύσαντο τῆς προϋπαρχούσης βαρύτητος καὶ ταῖς πόλεσι φιλανϑρώπως προσεφέροντο. τοιαύταις δ᾽ ὁμιλίαις καὶ εὐεργεσίαις χρησάμενοι εὐνουστέρους ἅπαντας τοὺς συμμάχους κατεσκεύασαν. ὁρῶντες δὲ τὸν πόλεμον αὐξόμενον καὶ πολλῆς ἐπιμελείας ἐπιδεόμενον, τάς τε ἄλλας παρασκευὰς ἐποιοῦντο φιλοτίμως καὶ τὴν διάταξιν καὶ τὴν διαίρεσιν τῶν στρατιωτῶν καὶ λειτουργιῶν περιττότερον ἐξειργάσαντο. τάς τε γὰρ πόλεις καὶ τοὺς καταλεγομένους στρατιώτας εἰς τὸν πόλεμον διεῖλαν εἰς δέκα μέρη· τούτων δὲ πρώτην ἐπεῖχον μερίδα Λακεδαιμόνιοι, δευτέραν δὲ καὶ τρίτην Ἀρκάδες, τετάρτην δ᾽ Ἠλεῖοι, πέμπτην δ᾽ Ἀχαιοί· καὶ τὴν μὲν ἕκτην ἐπλήρουν Κορίνϑιοι καὶ Μεγαρεῖς, τὴν δ᾽ ἑβδόμην Σικυώνιοι καὶ Φλιάσιοι καὶ οἱ τὴν ἀκτὴν καλουμένην οἰκοῦντες, τὴν δ᾽ ὀγδόην Ἀκαρνᾶνες, ἐνάτην δὲ Φωκεῖς καὶ Λοκροί, τὴν δ᾽ ἐπὶ πᾶσιν Ὀλύνϑιοι καὶ οἱ ἐπὶ Θρᾴκης κατοικοῦντες σύμμαχοι. ἦν δ᾽ αὐτοῖς ὁ μὲν ὁπλίτης πρὸς δύο ψιλοὺς τεταγμένος, ὁ δ᾽ ἱππεὺς πρὸς τέτταρας ὁπλίτας ἰσαζόμενος. τοιαύτης δὲ τῆς συντάξεως οὔσης, ἡγεῖτο τῆς στρατιᾶς Ἀγησίλαος ὁ βασιλεύς· περιβόητος δ᾽ ἦν ἐπ᾽ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει

Note a pie di pagina

1 2 Λακεδαιμονίους conicio

2 3 πρὸς τὴν ἀπόστασιν om. f

3 6 τοσαύταις o, corr. Dind. χρησάμενοι om. A

4 8 ὁρώντων P

5 9 δεόμενον F, cf. p. 401, 13

6 15 δὲ καὶ] τε καὶ P

7 16 Λοκροί P

8 18 φιλιάσιοι (ι sup. lin.)

9 23 ὁ δ᾽] δ᾽ ὁ P

10 25 ἐπ’ Rhod., ἐν o