Textus Originalis

ΔΙΟΔΩΡΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΗ.

ΔΙΟΔΩΡΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΤΡΙΣΚΑΙΔΕΚΑΤΗ.

Εἰ μὲν ὅμοια τοῖς ἄλλοις ἱστορίαν ἐπραγματευόμεϑα, σχεδὸν ἦν ἐν τῷ προοιμίῳ περί τινων διαλεχϑέντας ἐφ᾽ ὅσον ἦν εὔκαιρον, οὕτως ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάζειν τὸν λόγον: ὀλίγον γὰρ χρόνον ἀπολαβόντες τῇ γραφῇ, τὴν ἀναστροφὴν ἣν εἴχομεν τὸν ἀπὸ τῶν προοιμίων καρπὸν προσλαμβάνεσϑαι. ἐπεὶ δὲ ἐν ὀλίγαις βίβλοις ἐπηγγειλάμεϑα μὴ μόνον τὰς πράξεις ἐφ᾽ ὅσον ἂν δυνώμεϑα γράψειν, ἀλλὰ καὶ περιλήψεσϑαι χρόνον πλείονα τῶν χιλίων καὶ ἑκατὸν ἐτῶν, ἀναγκαῖόν ἐστι τὸν πολὺν λόγον τῶν προοιμίων παραπέμψαντας ἐπὶ αὐτὰς ἔρχεσϑαι τὰς πράξεις, τοῦτο μόνον προειπόντας, ὅτι κατὰ μὲν τὰς προηγουμένας ἓξ βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἕως

Note a pie di pagina

1 1 ὅμοια PAJL, ὁμοίαν c

2 2 ἦν] ἂν Wurm

3 διαλεχϑέντες PKL

4 4 μεταβιβάξομεν L, μετεβιβάξομεν Wurm

5 7 ὀλίγοις PKL

6 8 πράξεις] κοινὰς πράξεις Reiske

7 δυνάμεϑα PF

8 9 γράψειν — πλείονα τῶν om. PFKM

9 13 προηγουμένας] προειρημένας O

10 βύβλοις P