Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 41

Ol. 91, 4 : 413 a. Chr. 41

ἡμῶν τυγχάνουσι κατηγορίας, μηδὲ αὐτοὶ πράξωμεν τὰ αὐτὰ τοῖς ὁμολογουμένως ἡμαρτηκόσι. μέχρι μὲν γὰρ τοῦ μηδὲν ἀνήκεστον πεπονϑέναι τοὺς εἰς τὴν ἡμετέραν πίστιν ἑαυτοὺς παραδόντας, ἅπαντες καταμέμψονται δικαίως τὸν τῶν ᾿Αϑηναίων δῆμον: ἐὰν δὲ ἀκούσωσι παρὰ τὰ κοινὰ νόμιμα τοὺς αἰχμαλώτους παρεσπονδημένους, ἐφ᾽ ἡμᾶς μετοίσουσι τὴν κατηγορίαν. καὶ γὰρ εἴ τινων ἄλλων, ᾿Αϑηναίων ἄξιόν ἐστιν ἐντραπῆναι μὲν τὸ τῆς πόλεως ἀξίωμα, χάριν δ᾽ αὐτοῖς ἀπομερίσαι τῶν εἰς ἄνϑρωπον εὐεργετημάτων. οὗτοι γάρ εἰσιν οἱ πρῶτοι τροφῆς ἡμέρου τοῖς ῞Ελλησι μεταδόντες, ἣν ἰδίᾳ παρὰ ϑεῶν λαβόντες τῇ χρείᾳ κοινὴν ἐποίησαν: οὗτοι νόμους εὗρον, δι᾽ οὓς ὁ κοινὸς βίος ἐκ τῆς ἀγρίας καὶ ἀδίκου ζωῆς εἰς ἥμερον καὶ δικαίαν ἐλήλυϑε συμβίωσιν: οὗτοι πρῶτοι τοὺς καταφυγόντας διασώσαντες τοὺς περὶ τῶν ἱκετῶν νόμους παρὰ πᾶσιν ἀνϑρώποις ἰσχῦσαι παρεσκεύασαν. ὧν ἀρχηγοὺς γενομένους οὐκ ἄξιον αὐτοὺς ἀποστερῆσαι. καὶ ταῦτα μὲν πρὸς ἅπαντας: ἰδίᾳ δ᾽ ἐνίους ὑπομνήσω τῶν φιλανϑρώπων. ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνϑρώποις: ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανϑρωπιῶν τὴν χάριν διδόν-

Note a pie di pagina

1 1 πράξωμεν] παρέξωμεν PAJKL, παρεξώμεϑα F; παρέξωμεν — ὁμολογουμένως bis P

2 2 τὸν τῶν] τῶν P, τὸν c

3 4 ὑμᾶς A

4 10 ἀνϑρώπους Reiske

5 13 ἡμέρας P

6 26 φιλανϑρώπων Dind.