Textus Originalis
Ol. 100, 4 : 377 a. Chr. 401
καὶ σχεδὸν ἀνίκητος γεγονὼς ἐν τοῖς ἐπάνω χρόνοις. ἔν τε γὰρ τοῖς λοιποῖς πολέμοις ἐϑαυμάσϑη, καὶ καϑ' ὃν καιρὸν Λακεδαιμόνιοι ἐπολέμουν τοῖς Πέρσαις, παραταξάμενος καὶ πολλαπλασίονα δύναμιν νικήσας, πολλὴν τῆς Ἀσίας ἐπῆλϑε κρατῶν τῶν ὑπαίϑρων. καὶ πέρας, εἰ μὴ μετεπέμψαντο αὐτὸν οἱ Σπαρτιᾶται διά τινας πολιτικὰς χρείας, σχεδὸν ἂν καὶ τὴν ὅλην τῶν Περσῶν βασιλείαν εἰς τοὺς ἐσχάτους κινδύνους κατέστησεν. ἦν γὰρ ὁ ἀνὴρ οὗτος δραστικὸς καὶ μετὰ συνέσεως πολλῆς ϑρασὺς καὶ παραβόλοις πράξεσι χρώμενος. διὸ καὶ τότε ϑεωροῦντες οἱ Σπαρτιᾶται τὸ μέγεϑος τοῦ πολέμου προσδεόμενον ἡγεμόνος ἀξιολόγου, τοῦτον τοῦ πολέμου παντὸς ἡγεμόνα κατέστησαν. Ὁ δ᾽ Ἀγησίλαος προαγαγὼν τὴν δύναμιν, ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων τοὺς σύμπαντας στρατιώτας πλείους τῶν μυρίων ὀκτακισχιλίων, ὧν ἦσαν αἱ Λακεδαιμονίων πέντε μόραι· τὴν δὲ μόραν ἀναπληροῦσιν ἄνδρες πεντακόσιοι. ὁ δὲ Σκιρίτης καλούμενος λόχος παρὰ τοῖς Σπαρτιάταις οὐ συντάττεται μετὰ τῶν ἄλλων, ἀλλ᾽ ἰδίαν ἔχων σύστασιν μετὰ τοῦ βασιλέως ἵσταται, καὶ παραβοηϑεῖ τοῖς αἰεὶ ϑλιβομένοις μέρεσι· συνεστὼς δ᾽ ἐξ ἐπιλέκτων ἀνϑρώπων μεγάλας ποιεῖται ῥοπὰς ἐν ταῖς παρατάξεσι καὶ κατὰ τὸ πλεῖστον αἴτιος γίνεται τῆς νίκης. ἵππεῖς δ᾽ εἶχεν ὁ Ἀγησίλαος χιλίους καὶ πεντακοσίους.
Note a pie di pagina
1 3 ἐπολέμουν Steph., πολεμοῦντες o
2 6 ὑπῆλϑε PAF
3 7 πολιτικὰς χρείας] αἰτίας πολιτικάς cod. Peiresc.
4 13 δεόμενον Peir.
5 15 προσαγαγὼν o, corr. Rhod.
6 16 στρατιώτας om. P
7 17 αἱ] om. AJK, οἱ c
8 18 μόραι — μόραν P, μοῖραι — μοῖραν v (Ephor. fr. 140)
9 20 συνετάττετο A