Textus Originalis
402 DIODOR. XV 32. 33.
οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφ᾽ ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαϑείας. Ἀϑηναῖοι δὲ πυϑόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐϑὺς ἐβοήϑουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους. τούτων δὲ τῶν δυνάμεων ἀϑροισϑεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον· τὴν γὰρ Ἀγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο. ὁ δ᾽ Ἀγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην. ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπ᾽ αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς. Χαβρίας δ᾽ ὁ Ἀϑηναῖος τῶν μισϑοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσϑαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ ἐν τῇ τάξει μένοντας, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας σὺν ὀρϑῷ τῷ δόρατι μένειν. ὧν ποιησάντων τὸ προσταχϑὲν ὥσπερ ἀφ᾽ ἑνὸς παρακελεύσματος, ὁ Ἀγησίλαος ϑαυμάσας
Note a pie di pagina
1 1 ϑεσπίας P, ϑεσπειὰς FK
2 3 τούτων] τοσούτων Reiske
3 24 καταπεφρονηκότας L ἐν add. Dind.; ἅμα κατὰ τὰς τάξεις fort.
4 26 σὺν Hert., ἐν o