Textus Originalis

Ol. 100, 4 : 377 a. Chr. 403

Ol. 100, 4 : 377 a. Chr. 403

τήν τε εὐταξίαν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν, τὸ μὲν βιάζεσϑαι πρὸς ὑπερδεξίους τόπους καὶ συναναγκάζειν τοὺς ἐναντίους ἄνδρας ἀγαϑοὺς γίνεσϑαι πρὸς τὸν ἐκ χειρὸς κίνδυνον οὐκ ἔκρινε, πεῖραν δὲ λαβὼν ὅτι τολμήσουσιν ἀναγκαζόμενοι διαγωνίσασϑαι περὶ τῆς νίκης, ἐν τῷ πεδίῳ προεκαλεῖτο. οὐ συγκαταβαινόντων δὲ τῶν Θηβαίων, τὴν μὲν φάλαγγα τῶν πεζῶν ἀπήγαγε, τοὺς δ᾽ ἱππεῖς καὶ τὰ ψιλικὰ τῶν ταγμάτων ἐξαποστείλας ἐπόρϑησε τὴν χώραν ἀδεῶς καὶ πολλῶν λαφύρων ἐγκρατὴς ἐγένετο. οἱ δὲ συνόντες τῷ Ἀγησιλάῳ Σπαρτιᾶται σύμβουλοι καὶ οἱ τὰς ἡγεμονίας ἔχοντες ἐϑαύμαζον, πῶς δραστικὸς εἶναι δοκῶν Ἀγησίλαος καὶ μείζονα καὶ δυναμικωτέραν ἔχων τὴν δύναμιν οὐ διηγωνίσατο πρὸς τοὺς πολεμίους. πρὸς οὓς ὁ Ἀγησίλαος ἀπεκρίϑη, νῦν μὲν ἀκινδύνως τοὺς Λακεδαιμονίους νενικηκέναι [ἂν]· πορϑουμένῃ γὰρ τῇ χώρᾳ μὴ τετολμηκέναι τοὺς Βοιωτοὺς βοηϑῆσαι· εἰ δ᾽ αὐτῶν τῶν πολεμίων παρακεχωρηκότων τῆς νίκης ἐβιάσατο τοὺς πολεμίους ὑπομένειν τὸ δεινόν, ἴσως ἂν διὰ τὸ παράλογον τῆς τύχης δύναιντο καὶ πταῖσαι κατὰ τὸν κίνδυνον οἱ Λακεδαιμόνιοι. τότε μὲν οὖν διὰ τῆς ἀποκρίσεως ταύτης ἔδοξε μετρίως κατεστοχάσϑαι τὸ δυνάμενον ἀποβῆναι, ὕστερον δὲ

Note a pie di pagina

1 3 ἄνδρας ἀγαϑοὺς om. P

2 6 διαγωνίζεσϑαι v aut εἰς τὸ πεδίον, aut παρατάττεσϑαι post πεδίῳ Reiske

3 7 τῶν om. PAF

4 13 Ἀγησίλαος PA, ὁ Ἀγ. c

5 14 δυναμικωτέραν] μαχιμωτέραν Madvig

6 17 ἂν del. Dind.

7 21 δύναιτο P, ἐδύναντο Dind.

8 22 πταῖσαι Dind., φϑάσαι o, φϑαρῆναι Reiske δύναιντο et οἱ Λακεδαιμόνιοι del. Madvig

9 23 διὰ τῆς ἀποκρίσεως Wurm, ὑπὸ τῆς διακρίσεως o