Textus Originalis

Ol. 101, 1 : 376 a. Chr. 409

Ol. 101, 1 : 376 a. Chr. 409

καὶ βουλόμενοι τοὺς Ἀβδηρίτας τιμωρήσασϑαι, πάλιν ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν. οἱ δὲ προνενικηκότες ἐπαρϑέντες τῷ προτερήματι, καὶ τῶν πλησιοχώρων Θρᾳκῶν συμμαχίαν ἀποστειλάντων αὐτοῖς, παρετάξαντο τοῖς βαρβάροις. γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν Θρᾳκῶν μεταβαλομένων ἄφνω, μονωϑέντες οἱ Ἀβδηρῖται καὶ κυκλωϑέντες ὑπὸ τοῦ πλήϑους τῶν βαρβάρων σχεδὸν ἅπαντες οἱ τῆς μάχης μετεσχηκότες κατεκόπησαν. τηλικαύτῃ δὲ συμφορᾷ τῶν Ἀβδηριτῶν περιπεπτωκότων καὶ μελλόντων πολιορκεῖσϑαι, Χαβρίας ὁ Ἀϑηναῖος ἐπιφανεὶς μετὰ δυνάμεως ἐξείλατο τῶν κινδύνων τοὺς Ἀβδηρίτας, καὶ τοὺς μὲν βαρβάρους ἐξήλασεν ἐκ τῆς χώρας, ἐν δὲ τῇ πόλει φρουρὰν ἀξιόλογον καταλιπὼν αὐτὸς ὑπό τινων ἐδολοφονήϑη. Τιμόϑεος δὲ παραλαβὼν τὴν ναυαρχίαν καὶ πλεύσας εἰς τὴν Κεφαληνίαν, τάς τ᾽ ἐν αὐτῇ πόλεις προσηγάγετο καὶ τὰς κατὰ τὴν Ἀκαρνανίαν ὁμοίως ἔπεισεν ἀποκλῖναι πρὸς Ἀϑηναίους. Ἀλκέταν τε τὸν Μολοττῶν βασιλέα φίλον κατασκευάσας, καὶ καϑόλου τὰς πλείστας τῶν περὶ τοὺς τόπους ἐκείνους πόλεων ἐξιδιοποιησάμενος, ἐνίκησε ναυμαχίᾳ τοὺς Λακεδαιμονίους περὶ Λευκάδα. ταῦτα δὲ πάντα ταχέως καὶ ῥᾳδίως ἐπετέλεσε, πείϑων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ δι᾽ ἀνδρείαν καὶ στρατηγίαν. διόπερ οὐ μόνον παρὰ τοῖς πο-

Note a pie di pagina

1 6 μεταβαλλομένων o-FJ

2 17 τάς τ᾽ ἐν αὐτῇ πόλεις Reiske, τάς τε ναῦς τῇ πόλει O

3 21 πλείστας Dind., πόλεις τὰς PAFK, χώρας τὰς c

4 25 δι᾽ ἀνδρείας καὶ στρατηγίας Peiresc. et Steph.