Textus Originalis

410 DIODOR. XV 36—38.

410 DIODOR. XV 36—38.

λίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς. καὶ τὰ μὲν περὶ Τιμόϑεον ἐν τούτοις ἦν. Ἅμα δὲ τούτοις πραττομένοις Θηβαῖοι μὲν ἐστράτευσαν ἐπ᾽ Ὀρχομενὸν ἐπιλέκτοις ἀνδράσι πεντακοσίοις, καὶ συνετέλεσαν πρᾶξιν ἀξίαν μνήμης· φρουρούντων γὰρ τὸν Ὀρχομενὸν Λακεδαιμονίων πολλοῖς στρατιώταις, καὶ τοῖς Θηβαίοις ἀντιταξαμένων, ἐγενήϑη μάχη καρτερά, καϑ' ἣν οἱ Θηβαῖοι πρὸς διπλασίους συμβαλόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους. οὐδέποτε γὰρ τοῦτο συνέβη γενέσϑαι κατὰ τοὺς ἐπάνω χρόνους, ἀλλ᾽ ἀγαπητὸν ὑπάρχειν ἐδόκει τὸ πολλοὺς ὀλίγους νικῆσαι. διὸ καὶ φρονήματος πίμπλαντο Θηβαῖοι, καὶ τὴν ἀνδρείαν εἶχον μᾶλλον περιβόητον, καὶ φανεροὶ καϑειστήκεισαν ἀμφισβητήσοντες τῆς τῶν Ἑλλήνων ἡγεμονίας. Τῶν δὲ συγγραφέων Ἑρμείας ὁ Μηϑυμναῖος τὴν τῶν Σικελικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστρεφε, γράψας βύβλους δέκα, ὡς δέ τινες διαιροῦσι, δώδεκα. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησιν Ἱπποδάμου Ῥωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Οὐαλέριον, Λεύκιον Μάλλιον, Σερούιον Σουλπίκιον, Λουκρήτιον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης

Note a pie di pagina

1 13 πολλοῖς Reiske

2 14 ἐπίπλαντο P

3 17 μεϑυμναῖος P, μυϑ. FK, μηϑ. c

4 19 κατέστρεφε O

5 21 Ἱπποδάμαντος Dind.

6 23 Λεύκιον P, om. A, Κρίσπον c, Aulum Liv. VI 26 Μάλλιον PA, Μάλιον Φάβιον FK, Μάλλιον Φάβιον c Σερούιον Rhod., om. A, Σερουίλιον c

7 24 Λουκρήτιον F, om. A; L. Lucretium Liv.