Textus Originalis
42 DIODOR. XIII 27. 28.
τες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσϑαι μὴ παραιρούμενοι τῷ ϑυμῷ τὴν ἐλπίδα. ποῖος γὰρ τόπος τοῖς ξένοις βάσιμος εἰς παιδείαν ἐλευϑέριον τῆς ᾿Αϑηναίων πόλεως ἀνῃρημένης; βραχὺ τὸ διὰ τὴν ἁμαρτίαν μῖσος, μεγάλα δὲ καὶ πολλὰ τὰ πρὸς εὔνοιαν αὐτοῖς εἰργασμένα. χωρὶς δὲ τῆς περὶ τὴν πόλιν ἐντροπῆς καὶ κατ᾽ ἰδίαν ἄν τις τοὺς αἰχμαλώτους ἐξετάζων εὕροι δικαίως ἐλέου τυγχάνοντας. οἱ μὲν γὰρ σύμμαχοι τῇ τῶν κρατούντων ὑπεροχῇ βιασϑέντες ἠναγκάσϑησαν συστρατεύειν: διόπερ εἰ τοὺς ἐξ ἐπιβολῆς ἀδικήσαντας δίκαιόν ἐστι τιμωρεῖσϑαι, τοὺς ἀκουσίως ἐξαμαρτάνοντας προσῆκον ἂν εἴη συγγνώμης ἀξιοῦν. τί λέγω Νικίαν, ὃς ἀπ᾽ ἀρχῆς τὴν πολιτείαν ὑπὲρ Συρακοσίων ἐνστησάμενος μόνος ἀντεῖπεν ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας, ἀεὶ δὲ τῶν παρεπιδημούντων Συρακοσίων φροντίζων καὶ πρόξενος ὢν διατετέλεκεν; ἄτοπον οὖν Νικίαν κολάζεσϑαι τὸν ὑπὲρ ἡμῶν ᾿Αϑήνησι πεπολιτευμένον, καὶ διὰ μὲν τὴν εἰς ἡμᾶς εὔνοιαν μὴ τυχεῖν φιλανϑρωπίας, διὰ δὲ τὴν ἐν τοῖς κοινοῖς ὑπηρεσίαν ἀπαραιτήτῳ περιπεσεῖν τιμωρίᾳ, καὶ τὸν μὲν ἐπαγαγόντα τὸν πόλεμον ἐπὶ Συρακοσίους ᾿Αλκιβιάδην ἅμα καὶ παρ᾽ ἡμῶν καὶ παρ᾽ ᾿Αϑηναίων ἐκφυγεῖν τὴν τιμωρίαν, τὸν δ᾽ ὁμολογουμένως φιλανϑρωπότατον ᾿Αϑηναίων γεγενημένον μηδὲ τοῦ κοινοῦ τυχεῖν ἐλέου. διόπερ ἔγωγε τὴν τοῦ βίου
Note a pie di pagina
1 6 ἄνοιαν P
2 7 ἂν] ἐὰν PFK
3 11 ἐπιβουλῆς JK
4 12 ἁμαρτάνοντας O-PAL
5 13 Νικίας PFK
6 22 ἐπάγοντα O, corr. Dind.
7 23 ἡμῶν P
8 26 τοῦ] τοῦ τούτου Eich., at cf. c. 23, 4. 58, 1