Textus Originalis

Ol. 101, 2 : 375 a. Chr. 411

Ol. 101, 2 : 375 a. Chr. 411

ὁ τῶν Περσῶν βασιλεὺς μέλλων πολεμεῖν πρὸς Αἰγυπτίους καὶ σπεύδων ξενικὴν δύναμιν ἀξιόλογον συστήσασϑαι, διέγνω συλλύσασϑαι τοὺς κατὰ τὴν Ἑλλάδα πολέμους· οὕτως γὰρ μάλιστ᾽ ἤλπιζε τοὺς Ἕλληνας ἀπολελυμένους τῶν οἰκείων πολέμων ἑτοιμοτέρους ἔσεσϑαι πρὸς τὰς ξενολογίας. διόπερ πρέσβεις ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα τοὺς παρακαλέσοντας τὰς πόλεις κοινὴν εἰρήνην συνϑέσϑαι. τῶν δ᾽ Ἑλλήνων ἀσμένως προσδεξαμένων τοὺς λόγους διὰ τὸ κάμνειν τῇ συνεχείᾳ τῶν πολέμων, συνέϑεντο πάντες τὴν εἰρήνην, ὥστε πάσας τὰς πόλεις αὐτονόμους καὶ ἀφρουρήτους εἶναι. καὶ κατέστησαν οἱ Ἕλληνες ἐξαγωγεῖς, οἳ κατὰ πόλιν ἑκάστην ἐπελϑόντες ἐξήγαγον ἁπάσας τὰς φρουράς. μόνων δὲ Θηβαίων οὐ προσδεξαμένων κατὰ πόλιν γίνεσϑαι τὰς σπονδάς, ἀλλὰ τὴν Βοιωτίαν ἅπασαν ὑπὸ τὴν τῶν Θηβαίων συντέλειαν ταττόντων, καὶ Ἀϑηναίων μὲν ἀντειπόντων φιλοτιμότατα, Καλλιστράτου [δὲ] τοῦ δημαγωγοῦ τὸν λόγον διαϑεμένου, ὑπὲρ δὲ τῶν Θηβαίων Ἐπαμεινώνδου διαϑεμένου λόγον ϑαυμαστῶς ἐν τῷ κοινῷ συνεδρίῳ, τοῖς μὲν ἄλλοις Ἕλλησι πᾶσι συμφώνως αἱ σπονδαὶ συνετελέσϑησαν, μόνοι δὲ Θηβαῖοι κριϑέντες ἔκσπονδοι, καὶ τοῦ Ἐπαμεινώνδου διὰ τῆς ἰδίας ἀρετῆς ἐμποιοῦντος φρόνημα τοῖς πολίταις, ἐϑάρρησαν τοῖς ἁπάντων δόγμασιν ἀντιβαίνειν. Λακεδαιμόνιοι μὲν γὰρ καὶ Ἀϑηναῖοι, διὰ παντὸς περὶ τῆς ἡγεμονίας δια-

Note a pie di pagina

1 8 κοινὴν — 12 τὰς πόλεις om. P

2 13 ἐξαγωγης P

3 14 ἑκάστην (del?) post ἐπελϑόντες L

4 19 δὲ del. Reiske

5 27 πάντων P, παντὸς v