Textus Originalis
412 DIODOR. XV 38—40.
φιλοτιμούμενοι, παρεχώρουν ἀλλήλοις, οἱ μὲν τῆς κατὰ γῆν, οἱ δὲ τῆς κατὰ ϑάλατταν ἀρχῆς ἄξιοι κρινόμενοι. διόπερ τὴν ἐκ τρίτου προσώπου ἀναφυομένην ἡγεμονίαν χαλεπῶς ἔφερον, καὶ τὰς κατὰ Βοιωτίαν πόλεις ἀπέσπων τῆς τῶν Θηβαίων συντελείας. οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν. οὐ διεψεύσϑησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν ἀγαϑοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους. ἐπιφανέστατοι δ᾽ ἦσαν Πελοπίδας καὶ Γοργίας καὶ Ἐπαμεινώνδας. οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεϑνούντων, ἀλλὰ καὶ πάντων Ἑλλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει. μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυϑαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν. διὸ καὶ συναναγκασϑεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασϑαι, τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆϑος τῶν ἀντιταχϑέντων ἄρδην σχεδὸν κατακόψαι. καὶ
Note a pie di pagina
1 1 τῆς add. Reiske
2 5 τὴν] τὰ P
3 14 Γοργίδας Casaubonus
4 23 στρατιωτῶν] Σπαρτιατῶν Dind.
5 25 Σπαρτιατῶν] Μακεδαιμονίων AH
6 26 κατακόψαι AHFJL, ἀποκόψαι c