Textus Originalis
Ol. 101, 2 : 375 a. Chr. 413
τὰ τηλικαῦτα παραδόξως διεπράξατο διὰ τὴν ἀγχίνοιαν καὶ τὴν ἐκ παιδείας αὐτῷ περιγεγενημένην ἀρετήν. ἀλλὰ περὶ μὲν τούτων μικρὸν ὕστερον ἐν τοῖς κατὰ μέρος ἐκτεϑεῖσι σαφέστερον δηλώσομεν, νῦν δ᾽ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεϑα. Μετὰ γὰρ τὴν συγχωρηϑεῖσαν τοῖς δήμοις αὐτονομίαν αἱ πόλεις ἐνέπιπτον εἰς ταραχὰς μεγάλας καὶ στάσεις, μάλιστα δὲ αἱ κατὰ τὴν Πελοπόννησον. ὀλιγαρχικοῖς γὰρ πολιτεύμασι κεχρημέναι, καὶ ταῖς τῆς δημοκρατίας ἐξουσίαις ἀπειραγάϑως χρώμεναι, πολλοὺς τῶν ἀγαϑῶν ἀνδρῶν ἐφυγάδευον καὶ κρίσεις ἐπιβάλλουσαι συκοφαντώδεις κατεδίκαζον. διόπερ εἰς στάσεις ἐμπίπτουσαι φυγὰς καὶ δημεύσεις οὐσιῶν ἐποιοῦντο, μάλιστα δὲ πρὸς τοὺς ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας προεστηκότας τῶν πατρίδων. ἐν γὰρ τοῖς τότε χρόνοις ἐπιτακτικῶς ἐκείνων τοῖς πολίταις προσενηνεγμένων, ὕστερον ὁ δημοτικὸς ὄχλος ἀπολαβὼν τὴν ἐλευϑερίαν ἐμνησικάκει. πρῶτον δὲ τῶν Φιαλέων οἱ φυγάδες συστραφέντες κατελάβοντο τὴν καλουμένην Ἡραίαν, χωρίον ὀχυρόν. ἐκ ταύτης δ᾽ ὁρμηϑέντες παρεισέπεσον εἰς τὴν Φιάλειαν. καὶ Διονυσίων κατὰ τύχην ὄντων ἐπιπεσόντες ἀπροσδοκήτως τοῖς ἐν τῷ ϑεάτρῳ καϑημένοις, καὶ πολλοὺς ἀποσφάξαντες, οὐκ ὀλίγους δὲ καὶ συναπονοήσασϑαι πείσαντες, ἀνεχώρησαν εἰς τὴν Σπάρτην. οἱ δὲ τῆς Κορίνϑου φυγάδες, συχνοὶ διατρίβοντες παρὰ τοῖς Ἀργείοις, ἐπεχείρησαν κατι-
Note a pie di pagina
1 4 ἐκτεϑεῖσι PAFK, ἐκτεϑησομένοις c
2 16 πατρίδων προσέκοπτον vel ὠργίζοντο add. Reiske, perperam (c. 45, 2)
3 19 Φιάλεων P
4 22 Φιάλιαν P