Textus Originalis

414 DIODOR. XV 40. 41.

414 DIODOR. XV 40. 41.

έναι. παραδεχϑέντες δ᾽ ἐπὶ τὴν πόλιν ὑπό τινῶν οἰκείων καὶ φίλων, διαβληϑέντες ἐγένοντο [τε] περικατάληπτοι· μέλλοντες δὲ συναρπάζεσϑαι, καὶ φοβούμενοι τὴν ἐκ τῆς ἁλώσεως αἰκίαν, ἀλλήλους ἀπέκτειναν. οἱ δὲ Κορίνϑιοι πολλοὺς τῶν πολιτῶν αἰτιασάμενοι μετεσχηκέναι τοῖς φυγάσι τῆς ἐπιϑέσεως, οὓς μὲν ἀπέκτειναν, οὓς δ᾽ ἐφυγάδευσαν. ἐν δὲ τῇ πόλει τῶν Μεγαρέων ἐπιχειρήσαντές τινες μεταστῆσαι τὴν πολιτείαν, καὶ κρατηϑέντες ὑπὸ τοῦ δήμου, πολλοὶ μὲν ἀνῃρέϑησαν, οὐκ ὀλίγοι δ᾽ ἐξέπεσον. ὁμοίως δὲ καὶ παρὰ τοῖς Σικυωνίοις τινὲς νεωτερίζειν ἐπιβαλόμενοι καὶ σφαλέντες ἀνῃρέϑησαν. παρὰ δὲ τοῖς Φλιασίοις πολλῶν φυγαδευομένων, καὶ καταλαβομένων ἐπὶ τῆς χώρας φρούριον ὀχυρὸν καὶ πλῆϑος μισϑοφόρων ἀϑροισάντων, ἐγένετο μάχη πρὸς τοὺς ἐκ τῆς πόλεως, καὶ νικησάντων τῶν φυγάδων ἀνῃρέϑησαν τῶν Φλιασίων ὑπὲρ τοὺς τριακοσίους. ὕστερον δὲ προδόντων τῶν φυλάκων τοὺς φυγάδας, κρατήσαντες οἱ Φλιάσιοι τῶν φυγάδων ἀνεῖλον πλείους τῶν ἑξακοσίων, τοὺς δὲ λοιποὺς ἐκβαλόντες ἐκ τῆς χώρας ἠνάγκασαν φυγεῖν εἰς Ἄργος. αἱ μὲν οὖν κατὰ Πελοπόννησον πόλεις ἐν τοιαύταις συμφοραῖς ἦσαν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Σωκρατίδου Ῥωμαῖοι ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Κόιντον Σερουίλιον, Σερούιον Κορνήλιον, ἔτι δὲ

Note a pie di pagina

1 1 ἐπὶ] εἰς Reiske

2 2 διαβληϑέντες] μηνυϑέντες aut ἐνδειχϑέντες Reiske ἐγένοντό τε o, δὲ ἐγένοντο Dind.

3 8 μεγαραίων P

4 12 ἐπιβαλλόμενοι P σφαλέντες Dind., σταλέντες P2, γνωσϑέντες f

5 13 φλασίοις P

6 26 Σερουίλιον P, om. A, Κράσσον Σερουίλιον c Σερούιον add. Rhod. ex Liv. VI 22