Textus Originalis

Ol. 101, 3 : 374 a. Chr. 415

Ol. 101, 3 : 374 a. Chr. 415

Σπόριον Παπίριον. ἐπὶ δὲ τούτων Ἀρταξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπ᾽ Αἰγυπτίους ἀφεστηκότας ἀπὸ Περσῶν. ἡγοῦντο δὲ τῶν δυνάμεων Φαρνάβαζος μὲν τῶν βαρβαρικῶν, Ἰφικράτης δ᾽ ὁ Ἀϑηναῖος τῶν μισϑοφόρων, ὄντων δισμυρίων. ὁ δ᾽ ἀνὴρ οὗτος μετάπεμπτος ἐπὶ τὴν στρατηγίαν ὑπὸ τοῦ βασιλέως ἐτάχϑη διὰ τὴν ἐν τῷ στρατηγεῖν ἀρετήν. ἔτη δὲ πλείω τοῦ Φαρναβάζου κατανηλωκότος περὶ τὰς παρασκευάς, ὁ μὲν Ἰφικράτης ὁρῶν αὐτὸν ἐν μὲν τῷ λέγειν ὄντα δεινόν, ἐν δὲ τοῖς πραττομένοις νωχελῆ, παρρησίᾳ πρὸς αὐτὸν ἐχρήσατο, φήσας ϑαυμάζειν πῶς ἐν μὲν τοῖς λόγοις ἐστὶν ὀξύς, ἐν δὲ τοῖς ἔργοις βραδύς. ὁ δὲ Φαρνάβαζος ἀπεκρίϑη, διότι τῶν μὲν λόγων αὐτὸς κύριός ἐστι, τῶν δ᾽ ἔργων ὁ βασιλεύς. τῆς δὲ τῶν Περσῶν δυνάμεως ἀϑροισϑείσης εἰς πόλιν Ἄκην, ἠριϑμήϑησαν τῶν μὲν βαρβάρων εἴκοσι μυριάδες, ὧν ἦρχε Φαρνάβαζος· τῶν δὲ μισϑοφόρων Ἑλλήνων Ἰφικράτης ἡγεῖτο δισμυρίων. καὶ ναῦς ἠριϑμήϑησαν τριήρεις μὲν τριακόσιαι, τριακόντοροι δὲ διακόσιαι· τῶν δὲ τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζουσῶν πολὺς ἦν ἀριϑμός. ἀρχομένου δὲ τοῦ ϑέρους ἀνέζευξαν οἱ τοῦ βασιλέως στρατηγοὶ μετὰ πάσης τῆς δυνάμεως. καὶ τοῦ στόλου συμπαραπλέοντος προῆγον ἐπὶ τὴν Αἴγυπτον. ὡς δ᾽ ἧκον πλησίον τοῦ Νείλου, κατέλαβον τοὺς Αἰγυπτίους

Note a pie di pagina

1 1 Παπίριον PA, Παπύριον καὶ Φάβιον Αἶλον c

2 13 ἔργοις] ἔστι add. P

3 14 μὲν om. o-L κύριός ἐστι PF, ἐστι κύριος c

4 17 ἦρχεν Ἀρτάβάζος o, corr. Wess.

5 24 συμπαραπλέοντος Wurm, συμπαρόντος O