Textus Originalis

416 DIODOR. XV 41—43.

416 DIODOR. XV 41—43.

φανερῶς παρεσκευασμένους τὰ πρὸς τὸν πόλεμον. ὁ γὰρ Φαρνάβαζος βραδεῖαν τὴν στρατείαν ἐποιεῖτο, καὶ πολὺν χρόνον ἐδεδώκει τοῖς πολεμίοις εἰς τὴν παρασκευήν. ὡς ἐπίπαν γὰρ οἱ τῶν Περσῶν στρατηγοί, τῶν ὅλων οὐκ ὄντες αὐτοκράτορες, περὶ πάντων ἀναφέρουσι τῷ βασιλεῖ, καὶ προσαναμένουσι τὰς περὶ ἑκάστων ἀποκρίσεις. Ὁ δὲ τῶν Αἰγυπτίων βασιλεὺς Νεκτάνεβις ἐπυνϑάνετο μὲν τὸ μέγεϑος τῶν Περσικῶν δυνάμεων, ἐϑάρρει δὲ μάλιστα μὲν τῇ τῆς χώρας ὀχυρότητι, δυσπροσίτου παντελῶς οὔσης τῆς Αἰγύπτου, ἔπειτα καὶ τῷ πεφράχϑαι καλῶς πάσας εἰσβολὰς τάς τε ἀπὸ γῆς καὶ τὰς ἀπὸ ϑαλάττης. ἑπτὰ στόμασι γὰρ τοῦ Νείλου τὰς εἰς τὸ Αἰγύπτιον πέλαγος ἐκβολὰς ποιουμένου, καϑ' ἕκαστον τῶν στομάτων πόλις κατεσκεύαστο πύργους μεγάλους ἔχουσα καϑ᾽ ἑκάτερον ῥεῖϑρον καὶ ξυλίνην γέφυραν τοῦ εἴσπλου κυριεύουσαν. μάλιστα δὲ τὸ Πηλουσιακὸν στόμα κατεσκεύασε διὰ τὸ κεῖσϑαι μὲν αὐτὸ πρῶτον πρὸς τοὺς ἀπὸ Συρίας πορευομένους καὶ δοκεῖν διὰ τούτου μάλιστα ποιεῖσϑαι τὴν ἔφοδον τοὺς πολεμίους. τοῦτο γὰρ ἀπετάφρευσε, καὶ διετείχισε τοὺς εἴσπλους κατὰ τοὺς εὐκαιροτάτους τόπους, καὶ τῶν προσόδων τὰς μὲν κατὰ γῆν πορευτὰς ἐποίησε λιμνάζειν, τὰς δὲ

Note a pie di pagina

1 1 φανερῶς c. 51, 2] φοβερῶς Hert., λαμπρῶς Wurm, παντελῶς Bezzel

2 7 ἑκάστων Reiske, ἕκαστον o

3 8 νεκτανέβης P

4 11 τῆς om. P2

5 12 καὶ PAJL, δὲ c

6 13 στόμασι τοῦ γὰρ O; γὰρ στόμασι τοῦ Reiske

7 17 ῥεῖϑρον] ῥείϑρου P, τοῦ ῥείϑρου v

8 18 δὲ om. P2 κατεσκεύασαν o, corr. Wess.

9 19 μὲν del. Reiske, τε Dind.

10 24 πορευτὰς Reiske, πορείας o