Textus Originalis
Ol. 101, 3 : 374 a. Chr. 417
πλωτὰς χώμασιν ἐνέφραττεν. διόπερ οὐκ ἦν ῥᾳδίως οὔτε ταῖς ναυσὶν εἰσπλέειν οὔτε τοῖς ἱππεῦσι προσπελάσαι οὔτε τοῖς πεζοῖς προσελϑεῖν. οἱ δὲ περὶ τὸν Φαρνάβαζον στρατηγοί, καταλαβόντες τὸ Πηλουσιακὸν στόμα ϑαυμαστῶς ὠχυρωμένον καὶ στρατιωτῶν πλήϑει φυλαττόμενον, τὸ μὲν διὰ τούτου βιάζεσϑαι παντελῶς ἀπεδοκίμασαν, δι᾽ ἑτέρου δὲ στόματος ἔγνωσαν ποιεῖσϑαι τὸν εἴσπλουν. διὸ πλεύσαντες πελάγιοι πρὸς τὸ μὴ καϑορᾶσϑαι τὰς ναῦς ὑπὸ τῶν πολεμίων, κατέπλευσαν πρὸς στόμα τὸ καλούμενον Μενδήσιον, ἔχον ἠιόνα παρήκουσαν ἐφ᾽ ἱκανὸν τόπον. εἰς ταύτην ἀποβάντες μετὰ στρατιωτῶν τρισχιλίων ὅ τε Φαρνάβαζος καὶ ὁ Ἰφικράτης προῆγον ἐπὶ τὸ τετειχισμένον ἐπὶ τοῦ στόματος πολισμάτιον. ἐκβοηϑησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωϑέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέϑανον, οὐκ ὀλίγοι δ᾽ ἐζωγρήϑησαν· οἱ δὲ περιλειφϑέντες εἰς τὴν πόλιν συνεδιώχϑησαν. οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δ᾽ ἐνοικοῦντας ἐξηνδραποδίσαντο. Μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, δι’ ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν. ὁ μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυϑόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν
Note a pie di pagina
1 3 προσελάσαι (pro προσπελάσαι) refellit Wess.
2 10 πρὸς PFJ, πρὸς τὸ c