Textus Originalis
418 DIODOR. XV 43. 44.
κατ᾽ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσϑαι τὰς τῶν Αἰγυπτίων δυνάμεις· οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾤοντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν· ἀσφαλεστέραν γὰρ ἔσεσϑαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν. τοῦ δ᾽ Ἰφικράτους ἀξιοῦντος αὐτῷ δοϑῆναι τοὺς παρόντας μισϑοφόρους, καὶ μετ᾽ ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε ϑράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατ᾽ ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον. διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, ὁ Ἰφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν πολλὴν στρατιάν ... ἐφϑόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον. οἱ δ᾽ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορϑημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς. αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνήρουν τῶν Περσῶν καὶ κατεϑάρρουν τῶν πολεμίων. χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, ὁ Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ
Note a pie di pagina
1 3 ὥντο P, ᾤοντο v
2 5 γὰρ ἔσεσθαι] γενέσϑαι P τὴν στρατείαν AJK, τὴν στρατιάν F, στρατιὰν τὴν P; τὴν ἐπὶ τὴν στρατείαν c; τὴν στρατείαν τὴν fort.
3 6 αὐτῶ Dind.
4 11 ὁ om. P
5 13 τὴν ὅλην στρατείαν Sintenis ἐφϑόνουν] οὖν add. Reiske; οἱ δὲ περὶ τὸν Φαρνάβαζον μᾶλλον ἐφθόνουν Rhod.
6 19 τόπων Dind. ὅπλων o
7 28 στρατιᾶς o