Textus Originalis
Ol. 101, 3 : 374 a. Chr. 419
πλήϑει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον. οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς [αἰεὶ] τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασϑαι. διόπερ ἐπανιόντων αὐτῶν εἰς τὴν Ἀσίαν, καὶ γενομένης διαφορᾶς τῷ Φαρναβάζῳ πρὸς τὸν Ἰφικράτην, ὑποπτεύσας ὁ Ἰφικράτης μὴ συλληφϑῇ καὶ τιμωρίας τύχῃ, καϑάπερ Κόνων ἔπαϑεν ὁ Ἀϑηναῖος, ἔκρινε λάϑρᾳ φεύγειν ἐκ τοῦ στρατοπέδου· διὸ καὶ παρασκευασάμενος πλοῖον ἔλαϑε νυκτὸς ἀπαλλαγεὶς καὶ καταπλεύσας εἰς τὰς Ἀϑήνας. ὁ δὲ Φαρνάβαζος πρέσβεις ἐκπέμψας κατηγόρησε τοῦ Ἰφικράτους ὡς αἰτίου γεγονότος τοῦ μὴ ληφϑῆναι τὴν Αἴγυπτον. οἱ δὲ Ἀϑηναῖοι τοῖς μὲν Πέρσαις ἀπόκρισιν ἔδωκαν, ὅτι ἐὰν εὕρωσιν αὐτὸν ἠδικηκότα, κολάσουσι κατὰ τὴν ἀξίαν, αὐτοὶ δὲ μετ᾽ ὀλίγον χρόνον στρατηγὸν κατέστησαν τὸν Ἰφικράτην ἐπὶ τὸ ναυτικόν. Οὐκ ἀνοίκειον δ᾽ ἐστὶ τὰ περὶ τῆς Ἰφικράτους ἀρετῆς ἱστορούμενα παραϑεῖναι. οὗτος γὰρ παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαϑὴν φύσει κεχρῆσϑαι διαφόρῳ. προσλαβόμενον οὖν αὐτὸν τὴν ἐν τῷ Περσικῷ πολέμῳ πολυχρόνιον ἐμπειρίαν τῶν στρατιωτικῶν ἔργων, ἐπινοήσασϑαι πολλὰ τῶν εἰς τὸν πόλεμον χρησίμων, καὶ μάλιστα [τῶν] περὶ τὸν καϑοπλισμὸν φιλοτιμηϑῆναι. τῶν γὰρ Ἑλλήνων μεγάλαις ἀσπίσι χρωμένων καὶ διὰ τοῦτο δυσκινή-
Note a pie di pagina
1 3 αἰεὶ del. Dind. ἔγνωκαν o, corr. Dind.
2 11 πλεύσας P; κατέπλευσεν fort.
3 17 κατέστησαν τὸν FK, κατεστήσαντο c
4 21 διαφορὰν P
5 25 τῶν del. Dind., τὰ Reiske