Textus Originalis

420 DIODOR. XV 44—46.

420 DIODOR. XV 44—46.

των ὄντων, συνεῖλε τὰς ἀσπίδας καὶ κατεσκεύασε πέλτας συμμέτρους, [ἐξ] ἀμφοτέρων εὖ στοχασάμενος, τοῦ τε σκέπειν ἱκανῶς τὰ σώματα καὶ τοῦ δύνασϑαι τοὺς χρωμένους ταῖς πέλταις διὰ τὴν κουφότητα παντελῶς εὐκινήτους ὑπάρχειν. διὰ δὲ τῆς πείρας τῆς εὐχρηστίας ἀποδοχῆς τυγχανούσης, οἱ [μὲν] πρότερον ἀπὸ τῶν ἀσπίδων ὁπλῖται καλούμενοι τότε [δὲ] ἀπὸ τῆς πέλτης πελτασταὶ μετωνομάσϑησαν. ἐπὶ δὲ τοῦ δόρατος καὶ τοῦ ξίφους εἰς τοὐναντίον τὴν μετάϑεσιν ἐποιήσατο· ηὔξησε γὰρ τὰ μὲν δόρατα ἡμιολίῳ μεγέϑει, τὰ δὲ ξίφη σχεδὸν διπλάσια κατεσκεύασεν. τὴν δὲ δοκιμασίαν ἡ χρεία διαβεβαιοῦσα τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῷ τῆς πείρας ἐπιτεύγματι δόξης ἠξίωσεν. τάς τε ὑποδέσεις τοῖς στρατιώταις εὐλύτους καὶ κούφας ἐποίησε, τὰς μέχρι τοῦ νῦν ἰφικρατίδας ἀπ᾽ ἐκείνου καλουμένας. πολλὰ δὲ καὶ ἄλλα τῶν χρησίμων εἰς τὰς στρατείας κατέδειξε, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. ἡ μὲν οὖν ἐπ᾽ Αἴγυπτον στρατεία τῶν Περσῶν, μεγάλης τυχοῦσα παρασκευῆς, παρ᾽ ἐλπίδας ἄπρακτον ἔσχε τὸ τέλος. Κατὰ δὲ τὴν Ἑλλάδα ταραττομένων τῶν πόλεων διὰ τὴν ἀσυνήϑη πολιτείαν, καὶ πολλῶν ἐπανισταμένων διὰ τὴν κοινὴν ἀναρχίαν, τοῖς μὲν τὰς ὀλιγαρχίας κατασκευάζουσιν ἐβοήϑουν οἱ Λακεδαιμόνιοι, τοῖς δὲ τῆς δημοκρατίας ἀντεχομένοις συνεμάχουν οἱ Ἀϑηναῖοι. ἀμφότεραι γὰρ αἱ πόλεις

Note a pie di pagina

1 2 ἐξ delevi (c. 64, 3)

2 7 μὲν del. Dind.

3 8 δὲ del. Schäfer

4 13 ἡ om. P

5 18 στρατιὰς P

6 19 στρατιὰ PAFK