Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 43

Ol. 91, 4 : 413 a. Chr. 43

μεταβολὴν ϑεωρῶν ἐλεῶ τὴν τύχην. πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν ῾Ελλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαϑίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν: νυνὶ δ᾽ ὁ ἐξηγκωνισμένος καὶ ἐν ἀσχήμονί τινι προσόψει τῶν τῆς αἰχμαλωσίας οἰκτρῶν πεπείραται, καϑαπερεὶ τῆς τύχης ἐν τῷ τούτου βίῳ τὴν ἑαυτῆς δύναμιν ἐπιδείξασϑαι βουλομένης. ἧς τὴν εὐημερίαν ἀνϑρωπίνως ἡμᾶς ὑπενεγκεῖν προσήκει καὶ μὴ βάρβαρον ὠμότητα πρὸς ὁμοεϑνεῖς ἀνϑρώπους ἐνδείξασϑαι. 28 Νικόλαος μὲν οὖν πρὸς τοὺς Συρακοσίους τοιούτοις χρησάμενος λόγοις κατέπαυσε τὴν δημηγορίαν, συμπαϑεῖς ποιήσας τοὺς ἀκούοντας. Γύλιππος δ᾽ ὁ Λάκων ἀπαραίτητον τὸ πρὸς ᾿Αϑηναίους μῖσος διαφυλάττων, ἀναβὰς ἐπὶ τὸ βῆμα τῶν λόγων τὴν ἀρχὴν ἐντεῦϑεν ἐποιήσατο. ϑαυμάζω μεγάλως, ἄνδρες Συρακόσιοι, ϑεωρῶν ὑμᾶς οὕτως ταχέως περὶ ὧν ἔργῳ κακῶς πεπόνϑατε, περὶ τούτων τῷ λόγῳ μεταδιδασκομένους. εἰ γὰρ ὑμεῖς ὑπὲρ ἀναστάσεως κινδυνεύσαντες πρὸς τοὺς ἐπὶ κατασκαφῇ τῆς πατρίδος ὑμῶν παραγεγενημένους ἀνεῖσϑε τοῖς ϑυμοῖς, τί χρὴ νῦν ἡμᾶς διατείνεσϑαι τοὺς μηδὲν ἠδικημένους; δότε δέ μοι πρὸς ϑεῶν, ἄνδρες Συρακόσιοι, συγγνώμην τὴν συμβουλίαν ἐκτιϑεμένῳ μετὰ παρρησίας: Σπαρτιάτης γὰρ ὢν καὶ τὸν λό-

Note a pie di pagina

1 1 μὲν om. PK

2 4 πᾶσαν: τὴν add. Dind.

3 5 καὶ ἐν ἀσχήμονι] ἐν ἀσχήμονι καὶ O

4 τινι] δεινῇ Reiske, ταπεινῇ Eich.

5 τῶν τῆς Rhod., τῆς τῶν O

6 6 αἰχμαλωσίας] ἐν αἰχμαλωσίαις P

7 οἴκτων f

8 8 εὐημερίαν Madvig (cf. XV 11, 3), ἐλευϑερίαν O, εὔροιαν Bezzel

9 18 ἔργων PFL

10 19 ὑμεῖς addidi

11 24 ϑεόν P