Textus Originalis
Ol. 101, 3 : 374 a. Chr. 421
αὗται χρόνον ὀλίγον διετήρησαν τὰς σπονδάς, μετὰ δὲ ταῦτα συμπράττουσαι ταῖς οἰκείαις πόλεσιν ἐπολέμουν, οὐδὲν ἔτι φροντίζοντες τῆς κοινῆς συντεϑείσης εἰρήνης. διόπερ ἐν Ζακύνϑῳ τοῖς ἐπὶ τῆς Λακεδαιμονίων ἐπιστασίας κυρίοις γεγονόσι τοῦ πολιτεύματος ὁ δῆμος χαλεπῶς ἔχων καὶ μνησικακῶν ἐφυγάδευσε πάντας ...... οὗτοι δὲ πρὸς Τιμόϑεον τὸν Ἀϑηναίων ἡγούμενον τοῦ ναυτικοῦ καταφυγόντες συνέπλεον αὐτῷ καὶ συνεμάχουν. τοῦτον οὖν παραστησάμενοι συνεργόν, καὶ διαβιβασϑέντες εἰς τὴν νῆσον ὑπ᾽ αὐτοῦ, κατελάβοντο χωρίον ὀχυρὸν παρὰ ϑάλατταν, ὃ προσηγόρευον Ἀρκαδίαν. ἐκ τούτου δ᾽ ὁρμώμενοι, καὶ βοηϑὸν ἔχοντες τὸν Τιμόϑεον, ἐκακοποίουν τοὺς ἐν τῇ πόλει. τῶν δὲ Ζακυνϑίων τοὺς Λακεδαιμονίους ἀξιούντων βοηϑῆσαι, τὸ μὲν πρῶτον εἰς τὰς Ἀϑήνας ἀποστείλαντες πρέσβεις κατηγόρουν τοῦ Τιμοϑέου· ὡς δ᾽ ἐϑεώρουν τὸν δῆμον ἀποκλίνοντα πρὸς τοὺς φυγάδας, συνεστήσαντο ναυτικόν, καὶ πληρώσαντες τριήρεις εἴκοσι καὶ πέντε ἐξέπεμψαν τοῖς Ζακυνϑίοις συμμαχίαν, δόντες τὴν ἡγεμονίαν Ἀριστοκράτει. Ἅμα δὲ τούτοις πραττομένοις τῶν ἐκ Κορκύρας τινὲς φίλοι Λακεδαιμονίων ἐπαναστάντες τῷ δήμῳ, παρεκάλεσαν τοὺς Σπαρτιάτας ἀποστεῖλαι ναυτικὴν δύναμιν, ὑπισχνούμενοι παραδώσειν αὐτοῖς τὴν
Note a pie di pagina
1 2 οἰκείαις aFJ, ἰδίαις c
2 4 τοῖς ἐπὶ om. P
3 7 οὗτοι referri non posse ad expulsos Lacedaemoniorum asseclas monuit Palmerius
4 9 συνέπλεον] συνεπλεομάχουν PA, συνεπεζομάχουν Wurm
5 12 προσηγορεύετο Ἀρκαδία Dind.
6 13 τὸν om. P
7 18 συνέστησαν τὸν ναυτ. P
8 20 ζανϑικοῖς P
9 21 ἀριστοκράτη P