Textus Originalis

422 DIODOR. XV 46. 47.

422 DIODOR. XV 46. 47.

Κόρκυραν. οἱ δὲ Λακεδαιμόνιοι τὴν Κόρκυραν εἰδότες μεγάλην ῥοπὴν ἔχουσαν τοῖς ἀντεχομένοις τῆς ϑαλάττης, ἔσπευσαν κύριοι γενέσϑαι ταύτης τῆς πόλεως. εὐθὺς οὖν ἔπεμψαν εἰς τὴν Κόρκυραν τριήρεις εἴκοσι καὶ δύο, τὴν ἡγεμονίαν Ἀλκίδᾳ παραδόντες. τοῦτον δὲ τὸν στόλον προσεποιήϑησαν εἰς Σικελίαν ἀποστεῖλαι, ἵνα ὡς φίλοι προσδεχϑέντες ὑπὸ τῶν Κορκυραίων κατάσχωσι τὴν πόλιν μετὰ τῶν φυγάδων. οἱ δὲ Κορκυραῖοι γνόντες τῶν Σπαρτιατῶν τὴν ἐπίνοιαν, τὴν μὲν πόλιν ἐπιμελῶς ἐφύλαττον, εἰς δὲ τὰς Ἀϑήνας πρέσβεις ἐξέπεμψαν περὶ βοηϑείας. οἱ δ᾽ Ἀϑηναῖοι ψηφισάμενοι βοηϑεῖν τοῖς Κορκυραίοις καὶ Ζακυνϑίων τοῖς φυγάσιν, εἰς μὲν τὴν Ζάκυνϑον ἐξέπεμψαν Κτησικλέα στρατηγόν, ἡγούμενον τῶν φυγάδων, εἰς δὲ τὴν Κόρκυραν παρεσκευάζοντο ναυτικὴν δύναμιν ἐκπέμπειν. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Βοιωτίαν Πλαταιεῖς ἀντεχόμενοι τῆς Ἀϑηναίων συμμαχίας μετεπέμποντο στρατιώτας, κεκρικότες τοῖς Ἀϑηναίοις παραδοῦναι τὴν πόλιν. ἐπὶ δὲ τούτοις οἱ βοιωτάρχαι χαλεπῶς διατεϑέντες πρὸς τοὺς Πλαταιεῖς, καὶ σπεύδοντες φϑάσαι τὴν παρὰ τῶν Ἀϑηναίων συμμαχίαν, εὐϑὺς ἐπ᾽ αὐτοὺς δύναμιν ἀξιόλογον ἦγον. παραγενόμενοι δὲ πλησίον τῆς τῶν Πλαταιέων πόλεως, ἀπροσδοκήτου τῆς ἐπιϑέσεως γενομένης, οἱ πλεῖστοι μὲν τῶν Πλαταιέων ἐπὶ τῆς χώρας καταληφϑέντες ὑπὸ τῶν ἱππέων συνηρπά-

Note a pie di pagina

1 7 ἵνα om. P

2 13 Ζακυνϑίων τοῖς φυγάσιν] Λακεδαιμονίων τοῖς συμμάχοις AHJK

3 28 καταλειφϑέντες PAK