Textus Originalis
Ol. 101, 3 : 374 a. Chr. 423
γησαν, οἱ δὲ λοιποὶ καταφυγόντες εἰς τὴν πόλιν, καὶ συμμάχων ὄντες ἔρημοι, συνηναγκάσϑησαν ὁμολογίας συνϑέσϑαι τοῖς πολεμίοις εὐαρέστους· ἔδει γὰρ αὐτοὺς τὰ ἔπιπλα λαβόντας ἀπελϑεῖν ἐκ τῆς πόλεως καὶ μηκέτι τῆς Βοιωτίας ἐπιβαίνειν. μετὰ δὲ ταῦτα οἱ μὲν Θηβαῖοι τὰς Πλαταιὰς κατασκάψαντες καὶ Θεσπιὰς ἀλλοτρίως πρὸς αὐτοὺς διακειμένας ἐξεπόρϑησαν, οἱ δὲ Πλαταιεῖς εἰς Ἀϑήνας μετὰ τέκνων καὶ γυναικῶν φυγόντες τῆς ἰσοπολιτείας ἔτυχον διὰ τὴν χρηστότητα τοῦ δήμου. καὶ τὰ μὲν κατὰ Βοιωτίαν ἐν τούτοις ἦν. Λακεδαιμόνιοι δὲ στρατηγὸν καταστήσαντες Μνάσιππον ἐξαπέστειλαν ἐπὶ τὴν Κόρκυραν, ἔχοντα τριήρεις μὲν ἑξήκοντα καὶ πέντε, στρατιώτας δὲ χιλίους καὶ πεντακοσίους. οὗτος δὲ καταπλεύσας εἰς τὴν νῆσον καὶ προσλαβόμενος τοὺς φυγάδας εἰσέπλευσεν εἰς τὸν λιμένα, καὶ τεττάρων μὲν νεῶν ἐκυρίευσε, τῶν δὲ ὑπολοίπων τριῶν νεῶν φυγουσῶν πρὸς τὴν γῆν, αὗται μὲν ἐνεπρήσϑησαν ὑπὸ τῶν Κορκυραίων, ἵνα μὴ τοῖς πολεμίοις ὑποχείριοι γένωνται. ἐνίκησε δὲ καὶ πεζῇ τοὺς ἐπὶ τῇ γῇ λόφον τινὰ κατειλημμένους, καὶ καϑόλου πολὺν φόβον τοῖς Κορκυραίοις ἐπέστησεν. Ἀϑηναῖοι δὲ καὶ πάλαι μὲν ἀπεστάλκεισαν Τιμόϑεον τὸν Κόνωνος ἐπὶ βοήϑειαν τοῖς Κορκυραίοις μετὰ νεῶν ἑξήκοντα· οὗτος δὲ πρὸ τῆς συμμαχίας ταύτης πλεύσας ἐπὶ Θρᾴκης, καὶ πολλὰς πόλεις ἐπὶ συμμαχίαν προ-
Note a pie di pagina
1 6 Θηβαῖοι FJ, Λακεδαιμόνιοι c πλαταιέας P
2 7 ϑεσπίας P, ϑεσπειὰς F
3 11 κατὰ PAFJ, κατὰ τὴν c
4 17 μὲν om. P; τέσσαρας μὲν τῶν F
5 21 πεζῇ om. f
6 27 προσκαλε-