Textus Originalis
424 DIODOR. XV 47. 48.
καλεσάμενος, προσέϑηκε τριάκοντα τριήρεις· τότε δὲ καϑυστερῶν τῆς τῶν Κορκυραίων συμμαχίας τὸ μὲν πρῶτον ἀπέβαλε τὴν στρατηγίαν, τοῦ δήμου χαλεπῶς πρὸς αὐτὸν διατεϑέντος· ὡς δὲ παρέπλευσεν εἰς τὰς Ἀϑήνας, ἄγων πρέσβεων πλῆϑος τῶν τὴν συμμαχίαν συντιϑεμένων καὶ τριάκοντα τριήρεις προσκατεσκευακώς, πάντα δὲ τὸν στόλον εὖ κατεσκευακὼς πρὸς τὸν πόλεμον, μετενόησεν ὁ δῆμος καὶ πάλιν αὐτῷ τὴν στρατηγίαν ἀποκατέστησεν. προσκατεσκεύαζον δὲ καὶ ἄλλας τριήρεις τετταράκοντα, ὥστε τὰς πάσας γίνεσϑαι ἑκατὸν καὶ τριάκοντα· ἐποιοῦντο δὲ καὶ σίτου καὶ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων ἀξιολόγους παρασκευάς. κατὰ δὲ τὸ παρὸν στρατηγὸν ἑλόμενοι Κτησικλέα μετὰ στρατιωτῶν πεντακοσίων ἐξέπεμψαν βοηϑήσοντα τοῖς Κορκυραίοις. οὗτος δὲ λάϑρᾳ νυκτὸς ἔλαϑε τοὺς πολιορκοῦντας εἰσπλεύσας εἰς Κόρκυραν· καὶ καταλαβὼν τοὺς ἐν τῇ πόλει πρὸς μὲν ἀλλήλους στασιάζοντας, τὰ δὲ κατὰ τὸν πόλεμον κακῶς διοικοῦντας, τὰς μὲν στάσεις διέλυσε, τῆς δὲ πόλεως πολλὴν ἐπιμέλειαν ποιησάμενος εὐϑαρσεῖς ἐποίησε τοὺς πολιορκουμένους. καὶ τὸ μὲν πρῶτον ἀπροσδοκήτως τοῖς πολιορκοῦσιν ἐπιϑέμενος ἀνεῖλεν αὐτῶν περὶ διακοσίους, ὕστερον δὲ
Note a pie di pagina
1 σάμενος o, corr. Dind.
2 1 δὲ PJL, τε c εὐκατασκευακὼς P
3 10 προκατασκευάζων o, corr. Dind., προσκατεσκεύαζε Reiske καὶ Dind., καὶ τὰς o
4 11 ὥστε Reiske, ὡς καὶ o πάσας Reiske, ἄλλας πάσας o
5 13 εἰς PFK, εἰς τὸν c (c. 44, 1)
6 15 Στησικλέα ex (c. 46, 3 et) Xen. Hell. VI 2, 10 coni. Wess.
7 16 λάϑρᾳ aut ἔλαϑε τοὺς πολιορκοῦντας del. Reiske