Textus Originalis
Ol. 101, 4 : 373 a. Chr. 425
μεγάλης μάχης γενομένης τόν τε Μνάσιππον ἀνεῖλε καὶ τῶν ἄλλων οὐκ ὀλίγους· τέλος δὲ τοὺς πολιορκοῦντας εἰς πολιορκίαν συγκλείσας μεγάλων ἐπαίνων ἔτυχεν. τοῦ δὲ περὶ τὴν Κόρκυραν πολέμου σχεδὸν ἤδη τέλος ἔχοντος κατέπλευσεν ὁ στόλος τῶν Ἀϑηναίων εἰς τὴν Κόρκυραν, ἔχων στρατηγοὺς Τιμόϑεον καὶ Ἰφικράτην. οὗτοι δὲ τῶν καιρῶν ὑστερηκότες ἄλλο μὲν οὐδὲν ἔπραξαν μνήμης ἄξιον, τριήρεσι δὲ Σικελικαῖς περιτυχόντες, ἃς Διονύσιος ἦν ἀπεσταλκὼς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, ὧν ἡγοῦντο Κισσίδης καὶ Κρίνιππος, αὐτάνδρους εἷλον, οὔσας ἐννέα· τοὺς δ᾽ ἁλόντας λαφυροπωλήσαντες, καὶ πλείω τῶν ἑξήκοντα ταλάντων ἀϑροίσαντες, ἐμισϑοδότησαν τὴν δύναμιν. Ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Κύπρον Νικοκλῆς ὁ εὐνοῦχος ἐδολοφόνησεν Εὐαγόραν τὸν βασιλέα καὶ τῆς τῶν Σαλαμινίων βασιλείας ἐκυρίευσε, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Πραινεστίνους παραταξάμενοι καὶ νικήσαντες τοὺς πλείστους τῶν ἀντιταξαμένων κατέκοψαν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησιν Ἀστείου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Μάρκον Φούριον καὶ Λεύκιον Φούριον, ἔτι δὲ Αὖλον Ποστόμιον καὶ Λεύκιον Λουκρήτιον καὶ Μάρκον Φάβιον καὶ Λεύκιον Ποστόμιον. ἐπὶ δὲ τούτων κατὰ τὴν Πελοπόννησον ἐγένοντο σεισμοὶ μεγάλοι
Note a pie di pagina
1 16 ὁ εὐνοῦχος] καὶ εὐνοῦχος Palmerius, ἐπεὶ ὁ εὐνοῦχος (del. καὶ v. 17) Simson, δι᾽ εὐνούχου vel εὐνούχων Reiske ἐυαγόραν P
2 23 φρούριον PA καὶ om. φρούριον P, om. A
3 24 Ποστούμιον o-PA καὶ Λεύκιον om. A Λουκρήτιον o-PA καὶ M. — Ποστόμιον om. A
4 25 Ποστούμιον v