Textus Originalis

44 DIODOR. XIII 28. 29.

44 DIODOR. XIII 28. 29.

γον ἔχω Σπαρτιάτην. καὶ πρῶτον ἄν τις ἐπιζητήσειε, πῶς Νικόλαος ἐλεῆσαί φησι τοὺς ᾿Αϑηναίους, οὗ τὸ γῆρας αὐτοῦ διὰ τὴν ἀπαιδίαν ἐλεεινὸν πεποιήκασι, καὶ παριὼν εἰς ἐκκλησίαν ἐν ἐσϑῆτι πενϑίμῃ δακρύει καὶ λέγει δεῖν οἰκτείρειν τοὺς φονεῖς τῶν ἰδίων τέκνων. οὐκέτι γὰρ ἐπιεικής ἐστιν ὁ τῶν συγγενεστάτων μετὰ τὴν τελευτὴν ἀμνημονῶν, τοὺς δὲ πολεμιωτάτους σῶσαι προαιρούμενος. ἐπεὶ πόσοι τῶν ἐκκλησιαζόντων υἱοὺς ἀνῃρημένους κατὰ τὸν πόλεμον ἐπενϑήσατε; πολλοὶ [οὖν] τῶν καθημένων ἐϑορύβησαν. ὁ δ᾽ ἐπιβαλών, ῾Ορᾷς, φησί, τοὺς τῷ ϑορύβῳ τὴν συμφορὰν ἐμφανίζοντας; πόσοι δὲ ἀδελφοὺς ἢ συγγενεῖς ἢ φίλους ἀπολωλεκότες ἐπιζητεῖτε; [καὶ] πολλῷ πλείους ἐπεσημήναντο. καὶ ὁ Γύλιππος, Θεωρεῖς, ἔφη, τὸ πλῆϑος τῶν δι᾽ ᾿Αϑηναίους δυστυχούντων; οὗτοι πάντες οὐδὲν εἰς ἐκείνους ἁμαρτάνοντες τῶν ἀναγκαιοτάτων σωμάτων ἐστερήϑησαν, καὶ τοσοῦτο μισεῖν τοὺς ᾿Αϑηναίους ὀφείλουσιν, ὅσον τοὺς ἰδίους ἠγαπήκασι. πῶς οὖν οὐκ ἄτοπον, ἄνδρες Συρακόσιοι, τοὺς μὲν τετελευτηκότας ἑκούσιον ὑπὲρ ὑμῶν ἑλέσϑαι ϑάνατον, ὑμᾶς δ᾽ ὑπὲρ ἐκείνων μηδὲ παρὰ τῶν πολεμιωτάτων λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευϑερίας τοὺς ἰδίους ἀναλώσαντας, ὑμᾶς δὲ περὶ πλείονος τὴν τῶν φονέων ποιεῖσϑαι σωτηρίαν τῆς ἐκείνων τιμῆς; κοσμεῖν ἐψηφίσασϑε δημο-

Note a pie di pagina

1 2 φησι Dind., φήσει O

2 4 παριὼν P², παρὼν c

3 9 ἀναιρουμένους P

4 10 οὖν om. P

5 11 ὁρᾶς Dind., ὁρῶ O

6 14 καὶ om. P

7 15 τῶν om. O-M (et P?)

8 16 δυστυχοῦν O-AHM

9 21 ἡμῶν PFKL, ἡμᾶς KL

10 24 ἰδίους] περὶ πλείους add. O, del. Rhod., προϑύμως Wurm