Textus Originalis
Ol. 102, 2 : 371 a. Chr. 431
ἐπιφανεῖς ταῖς ἀρεταῖς πολλοὺς μὲν καὶ ἄλλους, μεγίστους δὲ τρεῖς, Ἐπαμεινώνδαν καὶ Γοργίαν, ἔτι δὲ καὶ Πελοπίδαν· ἥ τε πόλις τῶν Θηβαίων διὰ τῆς τῶν προγόνων ἐπιφανείας ἐν τοῖς ἡρωικοῖς χρόνοις φρονήματος ἦν πλήρης καὶ μεγάλων ὠρέγετο πραγμάτων. κατὰ μὲν οὖν τοῦτον τὸν ἐνιαυτὸν οἱ Λακεδαιμόνιοι παρεσκευάζοντο πρὸς τὸν πόλεμον καὶ δυνάμεις κατέλεγον τὰς μὲν πολιτικάς, τὰς δὲ παρὰ τῶν συμμάχων. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Φρασικλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, Ἐρενούκιον καὶ Γάιον Σέξστον καὶ Τιβέριον Ἰούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον Ἀνϑέστιον. ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες ἠναγκάσϑησαν ἀναδέξασϑαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον· οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεϑεῖσϑαι τὴν κοινὴν εἰρήνην. οἱ δὲ Λακεδαιμόνιοι, μονωϑέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασϑαι. φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν
Note a pie di pagina
1 2 Γοργίδαν cf. 390, 2
2 12 Μάνιον] Manlius Liv. VI 30 γάϊον· ἐρενούκιον· καὶ P καὶ et Ἐρενούκιον καὶ Γάιον om. A
3 13 Σέξστον v; Sextilius Liv. καὶ et Ἰούλιον et Λαβ. — Πόπλιον et καὶ Γ. Μάλλιον om. A Λαβίνιον] Albinius Liv.
4 14 Τρεβώνιον o-PA Μάλιον FK
5 19 συντίϑεσθαι o, corr. Reiske
6 24 ῥᾳδίως] ἂν add. Hert. et Madvig; καταπολεμηϑήσεσϑαι malim