Textus Originalis

432 DIODOR. XV 51. 52.

432 DIODOR. XV 51. 52.

Σπαρτιατῶν καταπολεμηϑῆναι. διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν Ἑλλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δ᾽ ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισϑησομένων. τέλος δ᾽ οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι. ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτ᾽ αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτ᾽ ἐκείνοις ἅπτεσϑαι προσήκει τῆς Βοιωτίας, γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐϑὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας. οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προϑύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτ᾽ ἀγῶνα μήτε μάχην ἔσεσϑαι, ἀλλ᾽ ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν. οὗτοι μὲν οὖν προάγοντες ὡς ἧκον εἰς Κορώνειαν, κατεστρατοπέδευσαν καὶ τοὺς καϑυστεροῦντας τῶν συμμάχων ἀνέμενον. οἱ δὲ Θηβαῖοι διὰ τὴν παρουσίαν

Note a pie di pagina

1 1 οἱ μὲν εὐνοϊκῶς ἔχοντες Dind., εὐνοικῶς ἐχόντων o; τινῶν add. Wurm

2 7 κλεομβρότα P

3 8 προσαπέστειλαν PAL

4 10 Πλαταιέας o-J ϑεσπίας P, ϑεσπειὰς F

5 11 ἀνοικίζειν Hert.

6 13 πολυπραγμονοῦσι v οὐδὲν addidi, τι add. Dind.

7 14 τῶν] τὰ Reiske οὔτ᾽ PAFJKL, οὕτως οὔτ᾽ c

8 15 προσήκειν PAFHJK τῶν om. AFJL —

9 16 ἀποκρίσεων om. L, ἐγκλήσεων A

10 20 ἀλλ᾽ ἀκονητεῖ P, ἀλλὰ κοινῇ AFKL

11 21 Κορώνειαν Wess., χερώνειαν PA, χαιρώνειαν c