Textus Originalis
Ol. 102, 2 : 371 a. Chr. 433
τῶν πολεμίων ἐψηφίσαντο τέκνα μὲν καὶ γυναῖκας εἰς Ἀϑήνας ὑπεκϑέσϑαι, αὐτοὶ δ᾽ Ἐπαμεινώνδαν στρατηγὸν ἑλόμενοι τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν, συμπαρόντων αὐτῷ βοιωταρχῶν ἕξ. ὁ δ᾽ Ἐπαμεινώνδας πανδημεὶ τοὺς Θηβαίους τοὺς ἐν ἡλικίᾳ στρατιᾶς ὄντας καταλέξας εἰς τὴν μάχην καὶ τῶν ἄλλων Βοιωτῶν τοὺς εὐϑέτους, προῆγε τὴν δύναμιν ἐκ τῶν Θηβῶν, ἔχων τοὺς σύμπαντας οὐ πλείους τῶν ἑξακισχιλίων. κατὰ δὲ τὴν τῆς πόλεως ἔξοδον τῶν στρατιωτῶν πολλοῖς ἔδοξε δυσχερῆ σημεῖα φανῆναι τῷ στρατοπέδῳ. περὶ γὰρ τὰς πύλας ἀπήντησε τοῖς περὶ τὸν Ἐπαμεινώνδαν κῆρυξ τυφλός, ὃς ἀνδράποδ᾽ ἀποδεδρακότα, καϑάπερ ἦν εἰϑισμένον, ἀνηγόρευε κηρύττων μήτ᾽ ἐξάγειν Θήβηϑεν μήτ᾽ ἀφανίζειν, ἀλλ᾽ ἀπάγοντα πάλιν ἀνασώζειν. οἱ μὲν οὖν πρεσβύτεροι τῶν ἀκουόντων τοῦ κήρυκος οἰωνὸν ἐποιοῦντο τοῦ μέλλοντος, οἱ δὲ νεώτεροι ἡσυχίαν εἶχον, ἵνα μὴ δόξωσι διὰ δειλίαν ἀποτρέπειν τὸν Ἐπαμεινώνδαν τῆς στρατείας. ὁ δ᾽ Ἐπαμεινώνδας πρὸς τοὺς λέγοντας προσέχειν δεῖν τοῖς οἰωνοῖς εἶπεν εἷς οἰωνὸς ἄριστος ἀμύνεσϑαι περὶ πάτρης. ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἰωνὸς
Note a pie di pagina
1 5 τοὺς ἐν] ἐν P
2 6 στρατείας Schäfer
3 13 τυφλός Madvig, τυφλόν o; τὸ τυχόν Wurm ὃς addidi, nisi mavis ἀπαντήσας ἀνδράποδα ἀποδεδρακότα Madvig, ἄνδρα ἀποδεδρακότα o καϑάπερ PA, κομίζων καὶ καϑάπερ c (ὀνομάζων Reiske, γνωρίζων Madvig)
4 15 μηδ᾽ ἀφ. o-FJ
5 18 ἡσυχίαν] τὴν ἡσυχίαν Dind.
6 19 ἀνατρέπειν o, corr. Wess. στρατιᾶς PAL
7 20 Ἐπαμεινώνδας — οἰωνοῖς om. P
8 21 δεῖν Wess., δεῖ v