Textus Originalis
434 DIODOR. XV 52. 53.
ἐφάνη δυσχερέστερος τοῦ προτέρου. ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπ᾽ αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων· πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασϑῆναι περί τινὰ στήλην ἐφεστῶσαν τάφῳ· ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεϑαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἱ μετ᾽ Ἀγησιλάου στρατεύσαντες ἐτελεύτησαν. τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν ϑεῶν κωλυόντων, ὁ δ᾽ οὐδὲν αὐτοῖς ἀποκριϑεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων. ὁ μὲν οὖν Ἐπαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορϑωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαϑῶν αἴτιος ἐγένετο τῇ πατρίδι. εὐϑὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν. Ὁ δὲ Κλεόμβροτος πυϑόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσϑαι τὴν διέξοδον ἀπέγνω, πορευϑεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελϑὼν τὴν παραϑαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκιν-
Note a pie di pagina
1 2 καὶ om. PAFL; προῆγεν fort. del.
2 5 ἀποσπασϑῆναι] ἀποσπασϑεῖσαν περιτεϑῆναι Wurm, ἀποσπασϑεῖσαν περιταϑῆναι Bezzel
3 18 ἔδοξε et 19 γενόμενος Reiske