Textus Originalis
Ol. 102, 2 : 371 a. Chr. 435
δύνως· ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο. μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν. οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεϑος τῆς δυνάμεως. συνεδρευσάντων δὲ τῶν βοιωταρχῶν καὶ βουλευομένων, πότερον χρὴ μένειν καὶ πρὸς πολλαπλασίονα δύναμιν διαγωνίζεσϑαι ἢ τὴν ἀναχώρησιν ποιησάμενοι ἐν τόποις ὑπερδεξίοις συστήσονται τὴν μάχην, ἔτυχον αἱ γνῶμαι τῶν ἡγεμόνων ἴσαι γενόμεναι. ἓξ γὰρ ὄντων βοιωταρχῶν τρεῖς μὲν ᾤοντο δεῖν ἀπάγειν τὴν δύναμιν, τρεῖς δὲ μένειν καὶ διαγωνίζεσϑαι, ἐν οἷς ἦν καὶ ὁ Ἐπαμεινώνδας συνεξαριϑμούμενος. ἀπορίας δ᾽ οὔσης μεγάλης καὶ δυσκρίτου τῶν βοιωταρχῶν [ὁ] ἕβδομος ἧκεν, ὃν πείσας Ἐπαμεινώνδας ὁμόψηφον ἑαυτῷ γενέσϑαι προετέρησε τῇ γνώμῃ. ὁ μὲν οὖν ὑπὲρ τῶν ὅλων ἀγὼν τοῦτον τὸν τρόπον ἐκυρώϑη. ὁ δ᾽ Ἐπαμεινώνδας ὁρῶν τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς γεγονόσι σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας
Note a pie di pagina
1 1 ἐν om. PA παρόδῳ P τινα] τι conicio ex Xen. Hell. VI 4, 3
2 2 δέκα c. 78, 4] τε καὶ PA, καὶ c; δώδεκα Wurm ex Xen. ἐγένετο] γενόμενος παρῆχϑε f
3 9 ἰδόντες FJ, εἰδότες c
4 10 βοιωτάρχων P (et bis infra)
5 13 ὑπερδεξίοις Reiske, δεξιοῖς o; δυσεξίτοις Wurm συστήσονται PJL, συστήσωνται c
6 16 γὰρ παρόντων Schäfer
7 19 ὁ om. P
8 20 ὁμόψυχον o, corr. Rhod.
9 21 τῆς γνώμης o, corr. Madvig