Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 45

Ol. 91, 4 : 413 a. Chr. 45

σίᾳ τοὺς τάφους τῶν μετηλλαχότων: καὶ τίνα καλλίονᾳ κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας; εἰ μὴ νὴ Δία πολιτογραφήσαντες αὐτοὺς βούλεσϑε καταλιπεῖν ἔμψυχα τρόπαια τῶν μετηλλαχότων. ἀλλὰ μεταβαλόντες τὴν τῶν πολεμίων προσηγορίαν γεγόνασιν ἱκέται: πόϑεν αὐτοῖς ταύτης τῆς φιλανϑρωπίας συγκεχωρημένης; οἱ γὰρ ἀπ᾽ ἀρχῆς τὰ περὶ τούτων νόμιμα διατάξαντες τοῖς μὲν δυστυχοῦσι τὸν ἔλεον, τοῖς δὲ διὰ πονηρίαν ἀδικοῦσιν ἔταξαν τιμωρίαν. ἐν ποτέρᾳ δὴ τάξει ϑῶμεν τοὺς αἰχμαλώτους; ἐν τῇ τῶν ἠτυχηκότων; καὶ τίς αὐτοὺς τύχη μὴ προαδικηϑέντας ἐβιάσατο πολεμεῖν Συρακοσίοις καὶ τὴν παρὰ πᾶσιν ἐπαινουμένην εἰρήνην ἀφέντας ἐπὶ κατασκαφῇ παρεῖναι τῆς ὑμετέρας πόλεως; διόπερ ἑκουσίως ἑλόμενοι πόλεμον ἄδικον εὐψύχως ὑπομενόντων τὰ τούτου δεινά, καὶ μή, κρατοῦντες μέν, ἀπαραίτητον ἐχόντων τὴν καϑ᾽ ὑμῶν ὠμότητα, σφαλέντες δέ, τοῖς τῆς ἱκεσίας φιλανϑρώποις παραιτείσϑων τὴν τιμωρίαν. εἰ δ᾽ ἐλέγχονται διὰ πονηρίαν καὶ πλεονεξίαν τοιούτοις ἐλαττώμασι περιπεπτωκότες, μὴ καταμεμφέσϑων τὴν τύχην, μηδ᾽ ἐπικαλείσϑων τὸ τῆς ἱκεσίας ὄνομα. τοῦτο γὰρ παρ᾽ ἀνϑρώποις φυλάττεται τοῖς καϑαρὰν μὲν τὴν ψυχήν, ἀγνώμονα δὲ τὴν τύχην ἐσχηκόσιν. οὗτοι δ᾽ ἁπάντων τῶν ἀδικημάτων πλήρη τὸν βίον ἔχοντες οὐδένα τόπον αὐτοῖς βάσιμον εἰς

Note a pie di pagina

1 15 ἡμετέρας PAFJK

2 17 ἐχόντων] εἶχον P

3 18 ὑμῶν Eich., ἡμῶν O

4 19 παραιτεῖσϑαι O, corr. Wess.

5 21 καταμεμφέσϑωσαν et ἐπικαλείσϑωσαν O, corr. Dind.

6 25 ἀδικημάτων P. Faber, ἀτυχημάτων O (c. 31, 1)

7 26 αὐτοῖς PAJL, αὑτοῖς c