Textus Originalis
Ol. 102, 3 : 370 a. Chr. 441
μετὰ δὲ ταῦτα Φωκεῖς καὶ Αἰτωλοὺς καὶ Λοκροὺς φίλους ποιησάμενοι τὴν εἰς Βοιωτίαν ἐπάνοδον ἐποιήσαντο. Ἰάσων δὲ ὁ Φερῶν τύραννος ἀεὶ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Λοκρίδα, καὶ τὴν μὲν Ἡράκλειαν τὴν ἐν Τραχινίᾳ διὰ προδοσίας ἑλὼν ἀνάστατον ἐποίησε, καὶ τὴν χώραν Οἰταίοις καὶ Μηλιεῦσιν ἐδωρήσατο· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περραιβίαν ἀναζεύξας τῶν πόλεων τὰς μὲν λόγοις φιλανϑρώποις προσηγάγετο, τὰς δὲ διὰ τῆς βίας ἐχειρώσατο. ταχὺ δὲ τῆς δυναστείας αὐτοῦ στερεουμένης, οἱ τὴν Θετταλίαν οἰκοῦντες ὑφεωρῶντο τὴν αὔξησιν αὐτοῦ καὶ τὴν πλεονεξίαν. Ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ πόλει τῶν Ἀργείων ἐγένετο στάσις καὶ φόνος τοσοῦτος, ὅσος παρ᾽ ἑτέροις τῶν Ἑλλήνων οὐδέποτε γεγονέναι μνημονεύεται. ἐκλήϑη δὲ ὁ νεωτερισμὸς οὗτος παρὰ τοῖς Ἕλλησι σκυταλισμός, διὰ τὸν τρόπον τοῦ ϑανάτου ταύτης τυχὼν τῆς προσηγορίας. ἡ γοῦν στάσις ἐγένετο διὰ τοιαύτας αἰτίας. τῆς πόλεως τῶν Ἀργείων δημοκρατουμένης καί τινων δημαγωγῶν παροξυνόντων τὸ πλῆϑος κατὰ τῶν ταῖς ἐξουσίαις καὶ δόξαις ὑπερεχόντων, οἱ διαβαλλόμενοι συστάντες ἔγνωσαν καταλῦσαι τὸν δῆμον. βασανισϑέντων δέ τινων ἐκ τῶν συνεργεῖν δοκούντων, οἱ μὲν ἄλλοι φοβηϑέντες τὴν ἐκ τῶν βασάνων τιμωρίαν ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, ἑνὸς δ᾽ ἐν ταῖς
Note a pie di pagina
1 5 τραχινείᾳ PA
2 6 καὶ τὴν] τὴν P; τὴν δὲ fort.
3 7 περρεβίαν P
4 8 ἀναζεύξας Dind., ἐπιζεύξας o
5 11 Θετταλίαν ὑφωρῶντο v, ὑφορῶντο P
6 15 οὐδέποτε PA, οὐ f, οὐδεπώποτε c
7 16 μνημονεύεται γεγονέναι AL
8 18 γοῦν] δ᾽ οὖν Dind.