Textus Originalis
442 DIODOR. XV 58—60.
βασάνοις ὁμολογήσαντος καὶ πίστιν λαβόντος, ὁ μὲν μηνυτὴς τριάκοντα τῶν ἐπιφανεστάτων κατηγόρησεν, ὁ δὲ δῆμος οὐκ ἐλέγξας ἀκριβῶς ἅπαντας τοὺς διαβληϑέντας ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν. πολλῶν δὲ καὶ ἄλλων ἐν ὑποψίαις ὄντων, καὶ τῶν δημαγωγῶν ψευδέσι διαβολαῖς συνηγορούντων, ἐπὶ τοσοῦτον ἐξηγριώϑη τὸ πλῆϑος, ὥστε πάντων τῶν κατηγορουμένων, ὄντων μὲν πολλῶν [καὶ] μεγαλοπλούτων, καταγνῶναι ϑάνατον. ἀναιρεϑέντων δὲ τῶν δυνατῶν ἀνδρῶν πλειόνων ἢ χιλίων καὶ διακοσίων, καὶ τῶν δημαγωγῶν αὐτῶν ὁ δῆμος οὐκ ἐφείσατο. διὰ γὰρ τὸ μέγεϑος τῆς συμφορᾶς οἱ μὲν δημαγωγοὶ φοβηϑέντες μή τι παράλογον αὐτοῖς ἀπαντήσῃ, τῆς κατηγορίας ἀπέστησαν, οἱ δ᾽ ὄχλοι δόξαντες ὑπ᾽ αὐτῶν ἐγκαταλελεῖφϑαι, καὶ διὰ τοῦτο παροξυνϑέντες ἅπαντας τοὺς δημαγωγοὺς ἀπέκτειναν. οὗτοι μὲν οὖν, ὡσπερεί τινος νεμεσήσαντος δαιμονίου, τῆς ἁρμοζούσης τιμωρίας ἔτυχον, ὁ δὲ δῆμος παυσάμενος τῆς λύττης εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστη. Περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λυκομήδης ὁ Τεγεάτης ἔπεισε τοὺς Ἀρκάδας εἰς μίαν συντέλειαν ταχϑῆναι καὶ κοινὴν ἔχειν σύνοδον συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων, καὶ τούτους ἐξουσίαν ἔχειν περὶ πολέμου καὶ εἰρήνης βουλεύεσϑαι. γενομένης δὲ στάσεως μεγάλης παρὰ τοῖς Ἀρκάσι, καὶ διὰ τῶν
Note a pie di pagina
1 8 μὲν del. Dind., παμπόλλων Reiske καὶ om. P
2 10 ἢ] καὶ P
3 11 καὶ διακοσίων om. P, καὶ ἑξακοσίων f
4 19 λύττης Schäfer, λύπης o
5 21 Λυκομίδης PJ
6 23 ταχϑῆναι PAL, συνταχϑῆναι c