Textus Originalis
Ol. 102, 3 : 370 a. Chr. 443
ὅπλων διακριϑέντων τῶν διαφερομένων, πολλοὶ μὲν ἀνῃρέϑησαν, πλείους δὲ τῶν χιλίων καὶ τετρακοσίων ἔφυγον, οἱ μὲν εἰς τὴν Σπάρτην, οἱ δ᾽ εἰς τὸ Παλλάντιον. οὗτοι μὲν οὖν ἐκδοϑέντες ὑπὸ τῶν Παλλαντίων, ὑπὸ τῶν νενικηκότων ἐσφαγιάσϑησαν· οἱ δ᾽ εἰς τὴν Σπάρτην φυγόντες ἔπεισαν τοὺς Λακεδαιμονίους εἰς τὴν Ἀρκαδίαν στρατεῦσαι. διόπερ Ἀγησίλαος ὁ βασιλεὺς μετὰ δυνάμεως καὶ τῶν φυγάδων ἐνέβαλεν εἰς τὴν τῶν Τεγεατῶν χώραν διὰ τὸ δοκεῖν τούτους τῆς στάσεως καὶ τῆς φυγῆς αἰτίους γεγονέναι. πορϑήσας δὲ τὴν χώραν καὶ τῇ πόλει προσβολὰς ποιησάμενος κατεπλήξατο τῶν Ἀρκάδων τοὺς ἐναντιοπραγοῦντας. Ἅμα δὲ τούτοις πραττομένοις Ἰάσων ὁ Φερῶν τύραννος, συνέσει τε στρατηγικῇ διαφέρων καὶ πολλοὺς τῶν περιοίκων εἰς συμμαχίαν προηγμένος, ἔπεισε τοὺς Θετταλοὺς ἀντιποιεῖσϑαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας· ταύτην γὰρ ὥσπερ ἔπαϑλον ἀρετῆς προκεῖσϑαι τοῖς δυναμένοις αὐτῆς ἀμφισβητῆσαι. Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, Ἀϑηναίους δὲ μόνον τῆς κατὰ ϑάλατταν ἀρχῆς ἀντέχεσϑαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, Ἀργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσϑαι. διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα Ἰάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέ-
Note a pie di pagina
1 4 τὸ Wess., τὴν o Παλάντιν v Παλλαντίνων P, Παλαντίνων FKL, Παλαντίων c; Παλλαντιέων fort.
2 10 φυγῆς] σφαγῆς Hert.
3 15 περιοικούντων f προηγμένος cf. XVI 84, 1] προηγούμενος PAF, προσαγόμενος c; προσαγαγόμενος Schäfer
4 22 μόνης aF; μόνης Dind.