Textus Originalis

444 DIODOR. XV 60. 61.

444 DIODOR. XV 60. 61.

τρεψαν. ὁ δὲ Ἰάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐϑνῶν τινὰ προσηγάγετο καὶ πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο. Ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν· τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν. Ἀμύντας μὲν ὁ Ἀρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, Ἀλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον· διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν. ὁμοίως δὲ καὶ Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα. τρίτος δὲ Ἰάσων ὁ Φεραῖος ἡγεμὼν ᾑρημένος τῆς Θετταλίας, καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήϑη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων ἑπτὰ νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δ᾽ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ. οὗτος δὲ καὶ αὐτὸς διαδεξάμενος τὴν δυναστείαν ἦρξεν ἐνιαυτόν. Δοῦρις δ᾽ ὁ Σάμιος ὁ ἱστοριογράφος τῆς τῶν Ἑλληνικῶν ἱστορίας ἐντεῦϑεν ἐποιήσατο τὴν ἀρχήν. ταῦτα μὲν οὖν ἐπράχϑη κατὰ τοῦτον τὸν ἐνιαυτόν. Ἐπ᾽ ἄρχοντος δ᾽ Ἀϑήνησι Λυσιστράτου παρὰ Ῥωμαίοις ἐγένετο στάσις, τῶν μὲν οἰομένων δεῖν

Note a pie di pagina

1 2 πλησίων P

2 7 ὁ Ἀρριδαίου Dind., Θαρραλέου o

3 10 Περδίκαν PF

4 11 ὁ υἱὸς Dind., οὗτος AR, αὐτοῦ c

5 14 τριάκοντα καὶ τέτταρα] ἑξήκοντα XX 29, 1

6 19 πυλοδώρου P

7 20 οὗτος Wess., οὕτως PAL, οὕτω c

8 22 τῆς om. P

9 26 ὀϊομένων (i. e. οἰομένων) P