Textus Originalis
Ol. 102, 4 : 369 a. Chr. 445
ὑπάτους, τῶν δὲ χιλιάρχους αἱρεῖσϑαι. ἐπὶ μὲν οὖν τινα χρόνον ἀναρχία τὴν στάσιν ὑπέλαβε, μετὰ δὲ ταῦτα ἔδοξε χιλιάρχους αἱρεῖσϑαι ἓξ καὶ κατεστάϑησαν Λεύκιος Αἰμίλιος καὶ Γάιος Οὐεργίνιος καὶ Σερούιος Σουλπίκιος, πρὸς δὲ τούτοις Λεύκιος Κοΐντιος καὶ Γάιος Κορνήλιος, ἔτι δὲ Γάιος Οὐαλέριος. ἐπὶ δὲ τούτων Πολύδωρος ὁ Φεραῖος ὁ τῶν Θετταλῶν ἄρξας ὑπὸ Ἀλεξάνδρου τοῦ ἀδελφιδοῦ ἀνῃρέϑη φαρμάκῳ, προκληϑεὶς εἰς μέϑην· τὴν δὲ δυναστείαν διαδεξάμενος Ἀλέξανδρος ὁ ἀδελφιδοῦς ἦρξεν ἔτη ἕνδεκα. οὗτος δὲ παρανόμως καὶ βιαίως κτησάμενος τὴν δυναστείαν, ἀκολούϑως ταύτῃ τῇ προαιρέσει διῴκει τὰ κατὰ τὴν ἀρχήν. τῶν γὰρ πρὸ αὐτοῦ δυναστῶν ἐπιεικῶς προσφερομένων τοῖς πλήϑεσι, καὶ διὰ τοῦτ᾽ ἀγαπωμένων, οὗτος βιαίως καὶ χαλεπῶς ἄρχων ἐμισεῖτο. διὸ καὶ τὴν παρανομίαν φοβηϑέντες τῶν Λαρισσαίων τινές, οἱ δι᾽ εὐγένειαν Ἀλευάδαι προσαγορευόμενοι, συνέϑεντο πρὸς ἀλλήλους καταλῦσαι τὴν δυναστείαν. ἀπελϑόντες δ᾽ ἐκ Λαρίσσης εἰς Μακεδονίαν ἔπεισαν Ἀλέξανδρον τὸν βασιλέα συγκαταλῦσαι τὸν τύραννον. τούτων δὲ περὶ ταῦτα διατριβόντων, ὁ Φεραῖος Ἀλέξανδρος πυϑόμενος τὴν καϑ' ἑαυτοῦ παρασκευήν, κατέλεγε τοὺς εἰς τὴν στρατείαν εὐϑέτους, διανοούμενος ἐν τῇ Μακεδονίᾳ συστήσασϑαι τὴν μάχην. ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ἔχων μεϑ᾽ ἑαυτοῦ τοὺς ἐκ
Note a pie di pagina
1 1 χιλιάρχους — 3 ἔδοξε om. P
2 4 σουεργίνιος P, Οὐετούριος Rhod. ex Liv. VI 32
3 5 Σέργιος P, Σερουίλιον καὶ Χ. Σουλπίκιος et Κόιντος καὶ Γάιος om. AR
4 8 ἀδελφίδου P, ἀδελφοῦ v
5 10 Ἀλέξανδρος] Πολύδωρος PAFK ἀδελφιδοῦς Wess. ἀδελφός O
6 24 στρατιὰν fort.