Textus Originalis
446 DIODOR. XV 61—63.
Λαρίσσης φυγάδασ, φϑάσας τοὺς πολεμίους ἧκε μετὰ τῆς δυνάμεως εἰς τὴν Λάρισσαν· παρεισαχϑεὶς δ᾽ ὑπὸ τῶν Λαρισσαίων ἐντὸς τοῦ τείχους ἐκράτησε τῆς πόλεως πλὴν τῆς ἄκρας. μετὰ δὲ ταῦτα τήν τε ἄκραν ἐξεπολιόρκησε καὶ Κραννῶνα πόλιν προσαγαγόμενος ὡμολόγησε μὲν τοῖς Θετταλοῖς ἀποδώσειν τὰς πόλεις, καταφρονήσας δὲ τῆς δόξης, καὶ φρουρὰς ἀξιολόγους εἰσαγαγών, αὐτὸς κατεῖχε τὰς πόλεις. ὁ δὲ Φεραῖος Ἀλέξανδρος καταδιωχϑεὶς ἅμα καὶ καταπλαγεὶς ἐπανῆλϑεν εἰς τὰς Φεράς. καὶ τὰ μὲν κατὰ τὴν Θετταλίαν ἐν τούτοις ἦν. Κατὰ δὲ τὴν Πελοπόννησον Λακεδαιμόνιοι μὲν Πολύτροπον στρατηγὸν ἐξέπεμψαν εἰς τὴν Ἀρκαδίαν, ἔχοντα πολιτικοὺς μὲν ὁπλίτας χιλίους, φυγάδας δ᾽ Ἀργείων καὶ Βοιωτῶν πεντακοσίους. οὗτος δὲ παρελϑὼν εἰς Ὀρχομενὸν τὸν Ἀρκαδικὸν παρεφύλαττε τὴν πόλιν ταύτην, οἰκείως διακειμένην πρὸς τοὺς Σπαρτιάτας. Λυκομήδης δ᾽ ὁ Μαντινεύς, στρατηγὸς ὢν τῶν Ἀρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν Ὀρχομενόν. προαγαγόντων δὲ τὴν δύναμιν Λακεδαιμονίων ἐκ τῆς πόλεως ἐγένετο μάχη καρτερά, καϑ' ἣν ὅ τε στρατηγὸς τῶν Λακεδαιμονίων ἀνῃρέϑη καὶ τῶν ἄλλων εἰς διακοσίους· οἱ δὲ λοιποὶ συνεδιώχϑησαν εἰς τὴν πόλιν. οἱ δὲ Ἀρκάδες, καίπερ νενικηκότες, ὅμως εὐλαβοῦντο τὸ βάρος τῆς Σπάρτης, καὶ καϑ' αὑτοὺς οὐχ ὑπέλα-
Note a pie di pagina
1 2 εἰς τὴν] ἀρίστην P
2 5 ἐπολιόρκησε o, corr. Hert. Κράννονα PA, Κράννον c
3 16 Ἀρκαδιακὸν PALR.
4 20 ἐπιλέκτους] ἐπαρίτους Unger (c. 67, 2)